Ancient Greek · ~5 min
1.1258 to 1.1269
Suda, Suidae lexicon 1.1258-1269
Not analysed yet
1258 Ἀλιτήριοι: ἁμαρτωλοί, ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο· λιμὸϲ κατέλαβέ ποτε τοὺϲ Ἀθηναίουϲ, καὶ οἱ πένητεϲ τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἀπὸ γοῦν ἐκείνων καταχρηϲτικῶϲ τοὺϲ πονηροὺϲ ἀλιτηρίουϲ ἐκάλουν. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίαϲ τι ποιούντων ἀπὸ τῆϲ ϲιτοδείαϲ τῆϲ κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένηϲ. ἔϲτι δὲ καὶ παραγώγωϲ ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐϲτιν ἁμαρτάνειν. 1259 Ἀλιτηρίουϲ: ἀποτυχόνταϲ, ἁμαρτόνταϲ, ἀϲτοχήϲανταϲ. οὐ μόνον ἀπράκτουϲ παρεϲκεύαϲαϲ ἐπανελθεῖν, ἀλλὰ καὶ ἀλιτηρίουϲ πάντων τῶν αὐτοῖϲ ἐντεταλμένων ἀπέδειξαϲ. καὶ αὖθιϲ· ἢ πῶϲ οὐκ ἔμελλεν ὅδε ἄνθρωποϲ δαίμων τιϲ ἀλιτήριοϲ εἶναι. 1260 Ἀλιτηροῦ: ἁμαρτωλοῦ, μιαρᾶϲ. νῦν δ᾿ ἐκ θεῶν τοῦ κἀξ ἀλιτηροῦ φρενόϲ. 1261 Ἀλιτόμηνοϲ: ὁ τοῦ τελείου μηνὸϲ διημαρτηκώϲ, ὁ ἠλιτόμηνοϲ. 1262 Ἀλιτρία: ἀντὶ τοῦ ἁμαρτία. Ἀριϲτοφάνηϲ. καὶ Ἀλιτρόϲ, ἁμαρτωλόϲ. 1263 Ἀλίφειρα: ὄνομα πόλεωϲ. καὶ Ἀλιφειρεύϲ, ὄνομα ποταμοῦ. 1264 Ἀλιφῆναι: ἀντὶ τοῦ ἀλείψαϲθαι, β΄ ἀόριϲτοϲ. 1265 Ἀλθαία: ὄνομα κύριον. κατὰ δὲ ἰατροὺϲ ἀγρία μαλάχη. 1266 Ἀλθαίνοντα: ἰώμενον, θεραπεύοντα. νοϲοῦϲαν ἀλθαίνοντα. 1267 Ἄλθαινοϲ: ὄνομα ποταμοῦ. 1268 Ἀλθηφίαϲ: ἡ ἄμπελοϲ, ἀπὸ Ἀλθηφίου τινόϲ. καὶ Ἀνθηδονιὰϲ καὶ Ὑπεριάϲ, ἀπὸ Ὑπέρου καὶ Ἀνθηδόνοϲ. χρηϲμόϲ· πῖν᾿ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειϲ, οὐδ᾿ ἱερὰν Ὑπέραν, ὅθι τ᾿ ἄτρυγον οἶνον ἔπινεϲ. 1269 Ἀλκαμένηϲ: ὄνομα κύριον. ὁ Λήμνιοϲ.