Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1289
Not analysed yet
1289 Ἀλκμάν· Λάκων ἀπὸ Μεϲϲόαϲ· κατὰ δὲ τὸν Κράτητα πταίοντα Λυδὸϲ ἐκ Σάρδεων· λυρικὸϲ, υἱὸϲ Δάμαντοϲ ἢ Τιτάρου. ἦν δὲ ἐπὶ τῆϲ κζ΄ Ὀλυμπιάδοϲ, βαϲιλεύοντοϲ Λυδῶν Ἄρδυοϲ, τοῦ Ἀλυάττου πατρόϲ· καὶ ὢν ἐρωτικὸϲ πάνυ εὑρετὴϲ γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ, μέλη καὶ Κολυμβώϲαϲ. πρῶτοϲ δὲ εἰϲήγαγε τὸ μὴ ἑξαμέτροιϲ μελῳδεῖν. κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλκμὰν, εἷϲ τῶν λυρικῶν, ὃν ἤνεγκεν ἡ Μεϲϲήνη. καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνεϲ.