Ancient Greek · ~2 min
1.1290 to 1.1297
Suda, Suidae lexicon 1.1290-1297
Not analysed yet
1290 Ἀλκμανικὸν εἶδοϲ· ὅπερ πεπλεόνακε παρὰ Ἀλκμᾶνι, τὸ κατ᾿ ἀμφότερα ῥῆμα μεταξὺ τῶν ὀνομάτων τεταχέναι. καὶ παῤ Ὁμήρῳ· ᾗχι ῥοὰϲ Σιμόειϲ ϲυμβάλλετον ἠδὲ Σκάμανδροϲ. 1291 Ἀλκμαιονίδαι· γένοϲ ἐϲτιν ἐπιφανὲϲ Ἀθήνῃϲιν, ἀπὸ Ἀλκμᾶνοϲ. 1292 Ἀλκμαιονίδαι· λαμπροί τινεϲ Ἀθήνῃϲιν, ἀπὸ Ἀλκμαίονοϲ, τοῦ κατὰ Θηϲέα. καὶ Ἀκταιωνίδων, Ἀκταιώνιδοϲ· τῶν Ἀκταιονίδων ἐϲϲὶ μία ϲκυλάκων. ἐν Ἐπιγράμμαϲι. 1293 Ἀλκμαίων: ἰϲχυρῶν, ἀνδρείων, γενναίων. 1294 Ἀλκμήνη: ὄνομα κύριον. 1295 Ἀλκταιωνίδεϲ. 1296 Ἀλκτῆρεϲ: οἱ φύλακεϲ. θείαϲ ἀλκτῆρεϲ ἱμερτῆϲ φιλότητοϲ. 1297 Ἀλκτήρια λιμοῦ: τὰ δυνάμενα ἀλαλκεῖν καὶ ἀπείργειν τὸν λιμόν.