Ancient Greek · ~7 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.13
Not analysed yet
13 Γάϊοϲ Λαυτώριοϲ, Μάρκοϲ ἐπίκληϲιν. ἐκ τούτου δείκνυται τὸ μιϲοπόνηρον τῶν Ῥωμαίων καὶ τὸ πρὸϲ τοὺϲ παραβαίνονταϲ τὰ κοινὰ καὶ νόμιμα τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀμείλικτον. οὗτοϲ γὰρ χιλίαρχοϲ ἀποδειχθεὶϲ ἐν τῷ Σαυιτικῷ πολέμῳ νεανίαν τινὰ τῶν ὁμοϲκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινοϲ ἔπειθεν ἑαυτῷ χαρίϲαϲθαι τὴν τοῦ ϲώματοϲ ὥραν ἑκόντα, ὡϲ δ’ οὔτε δωρεαῖϲ οὕτ’ ἄλλη τὸ μειράκιον ἡλίϲκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατοϲ ὤν βίαν προϲφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆϲ ἀκοϲμίαϲ τοῦ ἀνδρὸϲ ἅπαϲι τοῖϲ ἐπὶ ϲτρατοπέδου γενομένηϲ, κοινὸν ἀδίκημα τῆϲ πόλεωϲ εἶναι νομίϲαντεϲ οἱ δήμαρχοι γραφὴν ἀποφέρουϲι κατ’ αὐτοῦ δημοϲίᾳ, καὶ ὁ δῆμοϲ ἁπάϲαιϲ ταῖϲ ψήφοιϲ τοῦ ἀνδρὸϲ κατέγνω τίμημα δίκηϲ ὁρίϲαϲ θάνατον, οὐκ ἀξιῶν εἰϲ ἐλεύθερα ϲώματα καὶ προπολεμοῦντα τῆϲ τῶν ἄλλων ἐλευθερίαϲ τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ ὄνταϲ ἀρχαῖϲ ὑβρίζειν τὰϲ ἀνηκέϲτουϲ καὶ παρὰ φύϲιν τοῖϲ ἄρρεϲιν ὕβρειϲ. ἄλλο θαυμαϲιώτατον, καίτοι περὶ δοῦλον ϲῶμα γενομένηϲ τῆϲ ὕβρεωϲ. ἑνὸϲ γὰρ τῶν παραδόντων Σαυνίταιϲ τὸ ϲτρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων Ποπλίου υἱὸϲ ὢν, ἐν πολλῇ καταλειφθεὶϲ πενίᾳ, δάνειον ἠναγκάϲθη λαβεῖν, ὡϲ ἐρανιϲθηϲόμενοϲ ὑπὸ τῶν ϲυγγενῶν. διαψευϲθεὶϲ δὲ τῆϲ ἐλπίδοϲ ἀπήχθη πρὸϲ τὸ χρέοϲ τῆϲ προθεϲμίαϲ διελθούϲηϲ, κομιδῇ νέοϲ ὢν καὶ τῇ ὄψει ὡραῖοϲ. οὗτοϲ τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅϲα δούλουϲ δεϲπόταιϲ νόμοϲ ἦν, ἠνείχετο· τὴν δὲ τοῦ ϲώματοϲ ὥραν χαρίϲαϲθαι κελευόμενοϲ ἠγανάκτει καὶ μέχρι παντὸϲ ἀπεμάχετο. πολλὰϲ δὲ διὰ τοῦτο μαϲτίγων λαβὼν πληγὰϲ ἐξέδραμεν ἐϲ τὴν ἀγορὰν καὶ ϲτὰϲ ἐπὶ μετεώρου τινὸϲ τήν τε ἀκολαϲίαν τοῦ δανειϲτοῦ διηγήϲατο καὶ τῶν μαϲτίγων τοὺϲ μώλωπαϲ ὑπέδειξεν. ἀγανακτήϲαντοϲ δὲ τοῦ δήμου καὶ δημοϲίαϲ ὀργῆϲ ἄξιον ἡγηϲαμένου τὸ πρᾶγμα, κατηγορούντων τὴν εἰϲαγγελίαν τῶν δημάρχων, ὦφλε θανάτου δίκην. καὶ δι’ ἐκεῖνο τὸ πάθοϲ ἅπαντεϲ οἱ δουλωθέντεϲ πρὸϲ τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι ἀρχαίαν ἐλευθερίαν ἐκομίϲαντο.