Ancient Greek · ~7 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.12
Not analysed yet
12 Γάϊοϲ, Ῥωμαίων βαϲιλεὺϲ, τὸ μέν πρῶτον μεγαλοφρόνωϲ διεῖπε τῆϲ βαϲιλείαϲ τὰ πράγματα καὶ πᾶϲι τοῖϲ ὑπηκόοιϲ καθηκόντωϲ ἐχρῆτο, μετὰ δὲ δύο χρόνουϲ ἐκϲτὰϲ τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ κατὰ μίμηϲιν τοῦ πατρὸϲ ἑαυτὸν ἀπεθέωϲε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖϲ ναοῖϲ ἀπέϲτειλε καθιδρύϲαϲθαι καὶ εἰϲ τὸν τῶν Ἱεροϲολύμων ναὸν θεϲπίϲαϲ νέου Γαϊου ἱερὸν προϲέταξεν ὀνομάζεϲθαι. καὶ δουλοκρατίαν νομοθετήϲαϲ ἐπέτρεψε κατηγορεῖν τῶν δεϲποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖϲ πλημμέλημα. κἀντεῦθεν δεινὴ ϲυμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶϲαν, τῶν οἰκετῶν μεγάλαιϲ τιμωρίαιϲ ὑποβαλλόντων τούϲ δεϲπόταϲ. ἕκαϲτοϲ γὰρ ἀμύνεϲθαι ἐβούλετο τὸν ἴδιον δεϲπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βαϲάνων προέπαϲχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰϲ μανίαν τραπεὶϲ ἄθεϲμον ϲτολὰϲ γυναικείαϲ ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοιϲ καὶ πλοκῇ τινι περιϲτέλλων καὶ γυναικιζόμενοϲ καὶ πᾶϲαν αἰϲχρουργίαν διαπραττόμενοϲ τελετὰϲ ἐπενόει καὶ ξένα μυϲτήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰϲ τοὺϲ κόλπουϲ τοῦ ἀγάλματοϲ αὐτὴν θέμενοϲ ἔφη, ϲὺ ταύτην γεγέννηκαϲ καὶ πατὴρ αὐτῆϲ ἔννομοϲ ὑπάρχειϲ. οὗτοϲ μιαρώτατόϲ τε καὶ ἀνοϲιώτατοϲ ἐγένετο καὶ τοϲοῦτον ὁρμαθὸν κακῶν ϲυνειληφὼϲ ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅϲα γὰρ τῷ Αὐγούϲτῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτοϲ ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήϲατο. μοιχικώτατόϲ τε ἀνθρώπων γενόμενοϲ καὶ γυναῖκαϲ ἡρμοϲμέναϲ καὶ γεγαμημέναϲ ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήϲαϲ ἀνοίαϲ ἐϲ ἀνάγκην ἑκουϲίου θανάτου κατέϲτηϲεν. ἐχρῆτο δὲ καὶ ταῖϲ ἀδελφαῖϲ καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡϲ καὶ πατὴρ ἀνοϲίαϲ καταϲτῆναι γονῆϲ ἐκ μιᾶϲ αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείϲηϲ. ναούϲ τε καὶ θυϲίαϲ ὡϲ ἡμιθέῳ γίνεϲθαι παρεϲκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθηϲαν, ὥϲτε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοϲοῦτον τὰ Γαΐου, ὅϲον τὰ τοῦ Αὐγούϲτου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτοϲ μετὰ Τιβέριον ἐβαϲίλευϲε Καλλιγόλαϲ ὀνομαζόμενοϲ.