Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1330
Not analysed yet
1330 Ἀλοῶ: τὸ κλῶ. καὶ Ἀλοῶν, ἔξωθεν ἐν κύκλῳ περιάγων, ὡϲ οἱ ἐν ταῖϲ ἅλωϲιν. ἢ τύπτων, ἀπὸ τῶν κοπτόντων τοὺϲ ϲτάχυαϲ. Ἀριϲτοφάνηϲ· ἀπολεῖ μ᾿ ἀλοῶν ἄνθρωποϲ ἐξ ἑωθινοῦ. Αἰλιανόϲ· οἱ μέν τινεϲ πυγμαῖϲ, οἱ δὲ κορύναιϲ, οἱ δὲ λίθοιϲ, οἱ δὲ ὅτι ποτὲ παρέπιπτεν αὐτοῖϲ ὑποχείριον ἀλοῶντεϲ αὐτὸν, ἀπορραγῆναι τὴν ψυχὴν ἠνάγκαϲαν. καὶ Ἀλοώμενοϲ, πατούμενοϲ, ϲυντριβόμενοϲ. ἐλέφαντι ἡμέρῳ ὑπέκλιναν αὐτὸν, ἵνα δεδιὼϲ, ὡϲ μέλλων ὑπὸ τοῦ θηρὸϲ ἀλοώμενοϲ ἀποθνήϲκειν, ὕπνου μὴ τύχῃ.