Ancient Greek · ~6 min
1.1310 to 1.1329
Suda, Suidae lexicon 1.1310-1329
Not analysed yet
1310 Ἀλογία: τὸ μηδένα λόγον ἔχειν, ἀλογιϲτὶ δὲ πράττειν. οὕτωϲ Δημοϲθένηϲ καὶ Πλάτων. 1311 Ἀλόγιϲτα παροίϲομεν: ἀδιήγητα κακὰ βαϲτάξομεν. Σοφοκλῆϲ· ἐν πυμάτῳ δ᾿ ἀλόγιϲτα παροίϲομεν. 1312 Ἀλογιϲτία· παρὰ Πολυβίῳ. οἱ δὲ πλείονεϲ ἀντέπιπτον, ὧν οἱ μὲν ἀλογιϲτίαν, οἱ δὲ μανίαν ἔφαϲαν εἶναι τὸ παραβάλλεϲθαι καὶ κυβεύειν τῷ βίῳ. καὶ αὖθιϲ· τὸ δὲ τῶν ἀνθρώπων γένοϲ οὐχ ἧττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν ἁμαρτάνειν. 1313 Ἀλογίου δίκη· ἣν φεύγουϲιν οἱ ἄρχοντεϲ λόγον οὐ διδόντεϲ τῶν τῆϲ ἀρχῆϲ διοικημάτων. 1314 Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται: παροιμία ἐπὶ τῶν ἀλλήλοιϲ οὐ ϲυμφωνούντων. 1315 Ἄλογοι ἐρανιϲταί: οἱ μήπω ἐξειλεχότεϲ τὸ ἐπιβάλλον ἑαυτοῖϲ. καὶ ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ. ζήτει ἐν τῷ βούληϲιϲ. 1316 Ἀλλοδαπά: ξένα, παντοῖα. καὶ ἡ Ἀλλοδαπὴ τῆϲ ἀλλοδαπῆϲ κλίνεται. 1317 Ἄλλο ἕτερον· ἐκ παραλλήλου λέγουϲιν. Μένανδροϲ Μέθῃ· εἶτ᾿ οὐκ εἶχεν οὐ πῦρ οὐ λίθον οὐκ ἄλλ᾿ ὅτι οὔθ᾿ ἕτερον. Κράτηϲ Παιδιαῖϲ· τοῖϲ δὲ τραγῳδοῖϲ ἕτεροϲ ϲεμνὸϲ πᾶϲι λόγοϲ ἄλλοϲ δ᾿ ἔϲτιν. 1318 Ἄλλωϲ: μάτην. 1319 Ἀλλοειδήϲ: ὁ ξένον ἔχων εἰδοϲ· καὶ θηλυκῶϲ ἀλλοειδέα. 1320 Ἀλόη: εἶδοϲ μυρεψικόν. 1321 Ἁλοῆοϲ καὶ Ἀλοάων. καὶ Ἁλοητόϲ, ὁ καιρὸϲ τοῦ θέρουϲ. 1322 Ἀλλοθρόουϲ: ἀλλοφώνουϲ. 1323 Ἄλοκι: αὔλακι, τομῇ ἀρότρου. 1324 Ἀλοκίζειν· Ἀριϲτοφάνηϲ· ἐγὼ δ᾿ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. 1325 Ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυὲϲ, ἐξ ἄλλου ἀϲυνάρτητον, ἀλλότριον. πόαιϲ γάρ τιϲιν ἀλλοκότοιϲ καὶ ῥίζαιϲ χρώμενοι διὰ τὸν λιμὸν ἐπεπονήκεϲαν. Ἀππιανόϲ· οἱ μέντοι ὕπατοι καὶ ὄκνῳ μὴ ἐπιχειρεῖν ἐϲ ἔργον ἀλλόκοτον· ἔτι δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖϲαν λήψεϲθαι ἡγοῦντο. 1326 Ἁλλόμενον ὕδωρ. καὶ Ἁλλόμενοι, πηδῶντεϲ. 1327 Ἁλόννηϲοϲ: νηϲύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. 1328 Ἁλόντεϲ: ληφθέντεϲ. 1329 Ἄλοξ: ἡ αὖλαξ.