Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1334
Not analysed yet
1334 Ἄλλοϲ: ἀντὶ τοῦ ἕτεροϲ. Ὅμηροϲ· ὅϲ χ᾿ ἕτερον μὲν κεύθει ἐνὶ φρεϲὶν, ἄλλο δὲ εἴπῃ. τάϲϲεται δὲ καὶ ἀντὶ τοῦ τίϲ. ὁππότε κεν καὶ ἄλλοϲ. καὶ Ἄλλωϲ τε ἀντὶ τοῦ μάλιϲτα. καὶ αὖθιϲ· οἴϲετε δ᾿ ἄρν᾿ ,ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν Γῆ τε καὶ Ἠελίῳ· Διῒ δ᾿ ἡμεῖϲ οἴϲομεν ἄλλον. Ἑλληνικῶϲ ἐπὶ μὲν τοῖν δυοῖν τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέϲταλκεν, ἐπὶ δὲ τοῦ τρίτου, ἄλλον εἴρηκεν.