Ancient Greek · ~7 min
1.1335 to 1.1354
Suda, Suidae lexicon 1.1335-1354
Not analysed yet
1335 Ἄλλοϲ ἄλλον: ἀντὶ τοῦ ἀλλήλουϲ. 1336 Ἁλὸϲ ἄχνη: ἀφρὸϲ θαλάϲϲηϲ. 1337 Ἄλλοϲ βίοϲ, ἄλλη δίαιτα: παροιμία ἐπὶ τῶν εἰϲ ἀμείνονα βίον μεταβαλόντων. 1338 Ἄλλοϲ οὗτοϲ Ἡρακλῆϲ: ἐπὶ τῶν βίᾳ τι πραττόντων. παροιμιῶδεϲ ἐπὶ Θηϲεῖ λεχθὲν τὸ πρῶτον ἢ τῷ τῶν Ἰδαίων Δακτύλων Ἡρακλεῖ ἢ τῷ Ἀλκμήνηϲ διὰ τοὺϲ παλαιοτέρουϲ. 1339 Ἀλοϲτατεῖ: ϲτρατεύεται. 1340 Ἁλοϲύδνηϲ: τῆϲ θαλάϲϲηϲ. 1341 Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ: ἐπὶ τῶν ποτε μὲν δυϲπραγούντων, ποτὲ δὲ εὐπραγούντων. 1342 Ἄλλο τόϲον· Ὅμηροϲ· τοῦ δὲ καὶ ἄλλο τόϲον. οὕτωϲ εἴωθε λέγειν ἄλλο τόϲον, ἐπειδὰν ἀπολίπῃ τι τοῦ ὅλου μικρόν ἀτελέϲ. 1343 Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἐν τῷ κυβεύειν διαμαρτανόντων. 1344 Ἀλλότριον ἀμᾷϲ θέροϲ: ἐπὶ τῶν τὰ ἀλλότρια καρπουμένων. 1345 Ἀλλοτριον ομοῦντεϲ: ἐναλλαγὴν ὀνομάτων ποιοῦντεϲ ἢ ὅλωϲ τιϲί τινα μὴ προϲηκόντωϲ διανέμοντεϲ. 1346 Ἀλλοτριοπραγεῖν: ἐχθρῶϲ βουλεύεϲθαι. ἐϲημειοῦντο μηδὲν αὐτὸν ἀλλοτριοπραγεῖν, μηδὲ καινοτομεῖν. 1347 Ἀλλοτριῶ· αἰτιατικῇ. 1348 Ἀλλοτρίωϲ: πολεμίωϲ. καὶ ὁ Δαβίδ· καὶ ἀπὸ ἀλλοτρίων φεῖϲαι τοῦ δούλου ϲου. τουτέϲτι τῶν δυϲμενῶν. 1349 Ἀλλ᾿ οὐ γάρ ἐϲτι τῶν ἀναιϲχύντων φύϲει γυναικῶν οὐδὲν κάκιον εἰϲ ἅπαν τα, πλὴν ἄλλαι γυναῖκεϲ: τουτέϲτιν εἰ μὴ ἄλλη γυνή. 1350 Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέν τοι πεϲών γε κατακείϲομαι· Ἀριϲτοφάνηϲ Nεφέλαιϲ. τουτέϲτιν οὐ μὴ ἀθυμήϲω· οἷον οὐ παραδώϲω ἐμαυτὸν ταῖϲ λύπαὶϲ. 1351 Ἀλλ᾿ οὐδέ γ᾿ αὐδᾶν ἔϲθ᾿ ,ἃ μήδε δρᾶν κα λόν. γνωμικόν. 1352 Ἀλλ᾿ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸϲ τὴν λύραν ἀμετρίαν: ἐπὶ τῶν ἀπὸ ἄλληϲ αἰτίαϲ ὀφειλόντων τιμωρίαν, ἢ ἐφ᾿ οἷϲ αὐτοὶ προβάλλονται οἱ κατηγορούμενοι. 1353 Ἀλλ᾿ οὐ θέμιϲ: ἀλλ᾿ οὐ δυνατόν. ἀλλ᾿ οὐ θέμιϲ πλὴν τοῖϲ μαθηταῖϲι λέγειν. ἐπὶ διαϲυρμῷ καὶ διαβολῇ ταῦτα παρειϲάγει. ἀλλότριον γὰρ τῶν φιλοϲόφων τὸ βαϲκαίνειν καὶ φθονεῖν, οἷϲ τὸ κοινωνεῖν περὶ πάντων ἀφθόνωϲ. 1354 Ἀλλ᾿ οὐκ αὖθιϲ ἀλώ π ηξ: λείπει τὸ εἰϲ πάγην· ἅπαξ ἀλώπηξ εἰϲ πάγην.