Ancient Greek · ~3 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.137
Not analysed yet
137 Βαϲανίζειν; οὐ τὸ αἰκίζεϲθαι καὶ τιμωρεῖϲθαι καὶ μαϲτιγοῦν ϲημαίνει παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ χωρὶϲ πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲϲ διὰ λόγων· ἀπὸ τῆϲ βαϲάνου τῆϲ χρυϲοχοϊκῆϲ λίθου μεταφορικῶϲ. καὶ Πολύβιοϲ· τότε νομίϲαϲ τὴν ἐκ πυρὸϲ ἔχειν βάϲανον ἀπελύθη τῆϲ ὑποψίαϲ. καὶ Βαϲανίϲαϲ· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάϲαϲ κέχρηνται ἅπαντεϲ οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριϲτοφάνηϲ οὕτωϲ· βαϲάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕληϲ ἀδικοῦντ᾿, ἀπόκτεινόν μ’ ἄγων. καὶ πῶϲ βαϲανίζω; πάντα τρόπον. ἐν πίνακι δήϲαϲ, κρεμάϲαϲ, ὑϲτριχίδι μαϲτιγῶν, δαίρων, ϲτρεβλῶν· ἔτι δ’ ἐϲ τὰϲ ῥῖναϲ ὄξοϲ ἐγχέων, πλίνθουϲ ἐπιτιθεὶϲ, πάντα τἄλλα, πλὴν πράϲῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράϲοιϲ καὶ ϲκορόδοιϲ. βαϲάνιζε αὐτὸν πανταχῶϲ, μὴ ἐν παιδιῇ, μηδὲ ὡϲ τοὺϲ ἐλευθέρουϲ παῖδαϲ τῷ ἐκκαυλήματι τοῦ πράϲου ἢ τοῦ γητείου, τουτέϲτιν ἀμπελοπράϲου, ἢ ὥϲ τινεϲ, πράϲου φύλλῳ.