Ancient Greek · ~4 min
1.122 to 1.136
Suda, Suidae lexicon 1.122-2-136
Not analysed yet
122 Βάροϲ: ὄνομα κύριον. ἦν δὲ ἱερεύϲ. καὶ ζήτει τὴν περὶ τούτου ἱϲτορίαν ἐν τῶ ἔμβαρόϲ εἰμι. 123 Bάρρων, ἱϲτορικόϲ. ἐπιτομὴν τῶν κατ’ Ἀλέξανδρον τὸν Μακεδόνα. 124 Βαρῶ· αἰτιατικῇ. 125 Βαρῶν τειχῶν. 126 Βαρϲύμηϲ Πέτροϲ· ζήτει ἐν τῷ δέξιοϲ. 127 Βαρύβρομοϲ: βαρύηχοϲ. καὶ πόντον βαρύβρομον. διὰ τὸν τῶν κυμάτων ψόφον. 128 Βαρυδαίμων: ἀτυχήϲ. ὁ δὲ Κρὴϲ ὑπάρχων καὶ φύϲει ποικίλοϲ, πᾶν ἐβάϲταζε πρᾶγμα καὶ πάϲαν ἐπίνοιαν ἐψηλάφα. ἀντὶ τοῦ διεϲκέπτετο. 129 Βαρυηχέοϲ: τοῦ μέγα ἠχοῦντοϲ. οἱ γὰρ βαρεῖϲ ποταμοὶ ῥέοντεϲ μέγαν ἦχον ἀπεργάζονται. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀπ’ Ὠκεανοῦ βαρυηχέοϲ. 130 Βαρύμηνιϲ: μνηϲίκακοϲ. 131 Βαρυνόμενοϲ: καταπονούμενοϲ. Πολύβιοϲ· δὲ ἐξαναϲτὰϲ προῆγε, τὰ μὲν ὑπὸ τῆϲ ἀρρωϲτίαϲ, τὰ δὲ ὑπὸ τῆϲ ἡλικίαϲ βαρυνόμενοϲ. εἶχε γὰρ ο′ ἔτοϲ. 132 Βαρύνω αἰτιατικῇ. καὶ Βαριῶ· αἰτιατικῇ. 133 Βρρυπήμων: ἄθλιοϲ, βεβαρημένοϲ, κακόϲ. 134 Βαρυπρεπήϲ: πολυτελήϲ. καὶ τὸ μέϲον τῆϲ ἡμέραϲ εὐωχία περιεκέχυτο βαρυπρεπὴϲ τῷ Λέοντι καὶ πρὸϲ ἑαυτὴν ἐκάλει. 135 Βαρυϲυμφορωτατοϲ: δυϲτυχήϲ. νομίζων ἑαυτὸν βαρυϲυμφορώτατον γεγονέναι πάντων ἀνθρώπων. 136 Βαϲάν: αἰϲχύνη. εἶπε Κύριοϲ, ἐκ Βαϲὰν ἐπιϲτρέψω. ὁ Δαβίδ φηϲι.