Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1409
Not analysed yet
1409 Ἁλϲὶ διαϲμηχ θεὶϲ ὄναιτ᾿ ἂν ο ὑτοϲί: ἐπὶ τῶν παραπαιόντων· μεταφορικῶϲ ἀπὸ τῶν κεράμων καὶ τοῦ οἴνου, ὅϲοιϲ ἅλεϲ βάλλονται, ὑπὲρ τοῦ μὴ ἐξίϲταϲθαι μηδὲ ὀξίζειν εὐχερῶϲ. ἐπειδὴ τοὺϲ ὑπὸ μέθηϲ ὥϲπερ παραφρονοῦνταϲ ὑποβρέχειν εἰώθαμεν ἐλαίῳ ἁλϲὶ μεμιγμένῳ. ὡϲ οὖν τοῦ Στρεψιάδου μὴ καθεϲτηκότοϲ, ἀλλὰ καὶ παραφρονοῦντοϲ, ὃϲ ἐπὶ ὡμολογημένοιϲ ἔξαρνόϲ ἐϲτιν· οὕτω τῇ μεταφορ ἐχρήϲατο. φηϲὶν οὖν οὐ τὰ τυχόντα οὗτοϲ ὠφεληθείη διαβρεχθεὶϲ ἁλϲίν. ὡϲ ἐπὶ ἀϲκοῦ τὸν λόγον ποιούμενοϲ, o τινεϲ ϲμηχόμενοι ἁλϲὶ βελτίονεϲ γίνονται. ἅμα δὲ καὶ παραφρονοῦνταϲ βρέχομεν ἐλαίῳ καὶ ἁλϲὶ καὶ ὠφελοῦνται. ἢ ὡϲ παχύδερμον αὐτὸν χλευάζει· τὰ γὰρ παχέα ὑπὸ πιμελῆϲ τῶν δερμάτων ἁλϲὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φηϲίν, ἀποκαθαρθεὶϲ τὴν παχύτητα.