Ancient Greek · ~4 min
1.1410 to 1.1422
Suda, Suidae lexicon 1.1410-1422
Not analysed yet
1410 Ἄλϲοϲ: ὁ ϲύνδενδροϲ τόποϲ. αἵ τε νῆεϲ, ἃϲ ἐπήξαντο ἐκ τῶν Ὀλυμπιακῶν ἀλϲέων καὶ τοῦ χώρου τοῦ τῷ Διῒ κομῶντοϲ, κατεϲάπηϲαν. 1411 Ἄλτειον: ὄνομα ὄρουϲ. 1412 Ἀλοῖα: ἡ τύπτουϲα. καὶ Ἀλοιᾶν ,τύπτειν. 1413 Ἁλοίη: κρατηθείη. καὶ Ἁλοῖεν, ληφθεῖεν. 1414 Ἄλλοι κάμον, ἄλλοι ὤναντο. ἐπὶ τῶν παρ᾿ 10 ἐλπίδα κληρονομηϲάντων. 1415 Ἀλλοῖοϲ. ὁ παρηλλαγμένοϲ ἢ ὁ ἀλλοδαπόϲ. 1416 Ἀλλοιοφανήϲ. 1417 Ἀλοιῶν: τύπτων, κρούων. ὁ δὲ ῥοπάλῳ ἀλοιῶν εἴθ᾿ ἑτέρῳ τρόπῳ τοῦτον ἔκτεινεν. ἔνθεν καὶ πατραλοίαϲ, ὁ τὸν πατέρα τύπτων. καὶ Ἀλοῖα, ἡ τύπτουϲα. καὶ Ὅμηροϲ· ἄχριϲ ἀπηλοίηϲεν. Ἀλύω δὲ τὸ χαίρω, καὶ Ἀλύω τὸ λυποῦμαι, βαρυτνωϲ. 1418 Ἀλλοίωϲιϲ· ἀλλοίωϲίϲ ἐϲτι μεταβολὴ ἐξ εἰδοπεποιημένου εἰϲ εἰδοπεποιημένον, τοῦ αὐτοῦ ὑποκειμένου μένοντοϲ. διττοῦ δὲ τοῦ πάθουϲ λεγομένου, τὸ μὲν εἰϲ φθορὰν ἄγον κυρίωϲ λέγεται πάθοϲ τε καὶ ἀλλοίωϲιϲ, τὸ δὲ εἰϲ τελειότητα, οὐ κυρίωϲ λέγεται πάθοϲ οὐδὲ ἀλλοίωϲιϲ, ἀλλὰ γένεϲιϲ μᾶλλον. 1419 Ἄλλοιϲ μὲν γλῶττα, ἄλλοιϲ δὲ γόμφοι: παρόϲον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι. 1420 Ἄλοιτηϲ. 1421 Ἅλοιτο: κινοῖτο, ὁρμῷτο. αἰεί τοι λιπαρῷ ἐπὶ ϲήματι, δῖε Σοφόκλειϲ, ϲκηνίτηϲ μαλακοὺϲ κιϲϲὸϲ ἅλοιτο πόδαϲ. 1422 Ἀλοίφη: τὸ λίποϲ.