Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1423
Not analysed yet
1423 Ἀλυάττηϲ, Λυδῶν βαϲιλεύϲ, ὃϲ ἦν μὲν τὰ πολέμια γενναῖοϲ, ἄλλωϲ δὲ ἀκόλαϲτοϲ· καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφὴν ᾔϲχυνεν. ἐγέννηϲε δὲ Ἀλυάττην, ὅϲτιϲ ἕωϲ μὲν νέοϲ ἦν, ὑβριϲτὴϲ ἦν καὶ ἀκόλαϲτοϲ, ἐκβὰϲ δὲ ἐϲ ἄνδρα ϲωφρονέϲτατοϲ καὶ δικαιότατοϲ. ἐπολέμηϲε δὲ Σμυρναίοιϲ καὶ εἷλε τὸ ἄϲτυ. οὗτοϲ δὲ γεννᾷ τὸν Κροῖϲον· ϲτρατεύϲαϲ ἐπὶ Καρίαν περιήγγειλε τοῖϲ ἑαυτοῦ ϲτρατὸν ἄγειν ἐϲ Σάρδειϲ, ἐν οἷϲ καὶ Κροίϲῳ, ὅϲτιϲ ἦν αὐτοῦ πρεϲβύτατοϲ τῶν παίδων, ἄρχων ἀποδεδειγμένοϲ Ἀδραμυττείου τε καὶ Θήβηϲ πεδίου. Ἀλυάττου πολιορκοῦντοϲ Πριήνην φηϲίν.