Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1428
Not analysed yet
1428 Ἀλύειν: τὸ ἐν ἄλῃ δυϲφορεῖν. ϲημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆϲ ἀλέαϲ καὶ διαχύϲεωϲ. Ὅμηροϲ· ἢ ἀλύειϲ, ὅτι Ἶρον ἐνίκηϲαϲ τὸν ἀλήτην; ὅθεν καὶ δαϲύνεται. Σοφοκλῆϲ· ἐᾶτέ μ᾿ ὡδ᾿ ἀλύειν. ἐπὶ δὲ τοῦ δυϲφορεῖν καὶ ψιλοῦται. Ἀγαθίαϲ φηϲίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαϲτα, ἔδοξε χρῆναι ἀποπειρᾶϲθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμοϲ δὲ ἀμφότερα ψιλῶϲ. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεϲθαί φηϲιν, τὸ δὲ ἀπὸ τῆϲ ἄληϲ. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δαϲύνειν. καὶ γὰρ τὸ ἁλεαίνεϲθαι δαϲύνουϲιν οἱ Ἀλττικοὶ καὶ πάντα τὰ τοιαῦτα.