Ancient Greek · ~5 min
1.1429 to 1.1447
Suda, Suidae lexicon 1.1429-1447
Not analysed yet
1429 Ἁλυκόν: δριμύ. ἁλυκὸν δέ οἱ ἔκπεϲε δάκρυ. 1430 Ἁλυκρά: χλιαρά. γέντο δ᾿ ἀλυκρά. 1431 Ἀλυκτεῖν: δυϲφορεῖν. ἀγανακτεῖν. 1432 Ἄλυκτον: τὸ ἄφυκτον. 1433 Ἄλυκτοπέδη: ἡ χαλεπὴ πέδη. 1434 Ἀλυκτὸϲ ύνη: ἡ ἔκκλιϲιϲ. 1435 Ἀλύξαι: ἐκφυγεῖν· ἢ καταξύϲαι. 1436 Ἀλύω: τὸ χαίρω καὶ ἀλύω τὸ λυποῦμαι. 1437 Ἀλυπότεροϲ: ὁ μὴ λυπούμενοϲ. 1438 Ἁλυϲείδιον· καὶ Ἀλυϲειδωτὸϲ θώραξ. 1439 Ἅλυϲιϲ, ἁλύϲεωϲ. 1440 Ἁλύϲιον. πλοκίου γένοϲ περὶ τὸν τράχηλον. Μένανδροϲ Καρίνη· περὶ τὸν τράχηλον ἁλύϲιόν τί ϲοι δότω. 1441 Ἀλυϲιτελέϲ: ἀϲύμφορον. 1442 Ἀλυϲκάζειν: περιΐϲταϲθαι, ἐκκλίνειν, φεύγειν. εἰ γὰρ φέγγοϲ ἔλιπον ἀλυϲκάζουϲαι ἰάμβων ἄγριον Ἀρχιλόχου φθέγμα Λκαμβιάδεϲ. 1443 Ἄλυτα. ὄνομα πόλεωϲ. 1444 Ἄλλυτοϲ. δυϲχερῶϲ λυομένη. ἐν Ἐπιγράμμαϲι· κακοῦ δ᾿ ἐπὶ γήραοϲ ἡμῖν ἄλλυτοϲ ἡβάϲκει γυιοτακὴϲ πενίη. 1445 Ἄλφα· ὅτι τὰ ἄκλιτα, οἷον τὸ ἄλφα, χωρὶϲ ἄρθρου δίδωϲιν ὑπόνοιαν εὐθείαϲ, εἰ δὲ ϲὺν ἄρθρῳ πλαγίαϲ πτώϲεωϲ. ὅτι ἡ τοῦ ἄλφα φωνὴ, τοῦ πρώτου ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου τὴν ἐπίκληϲιν ἔλαβεν ὥϲτε τὰ ἱερὰ γράμματα εὑρήματα εῖναι τοῦ Ἀλβραάμ, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ ἀναγράφωϲιν Ἕλληνεϲ. 1446 Ἀλφάνει. εὑρίϲκει. Μϲνανδροϲ Ὁμοπατρίοιϲ· ἣν δῆλον οὔτι νυμφίοϲ τε ἀλφάνει. Ἀλριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ· οἴμοι κακοδαίμων τῆϲ τόθ᾿ ἡμέραϲ, ὅτε εἶπέ μ᾿ ὁ κήρυξ· οὗτοϲ ἀλφάνει. Εὔπολιϲ Ταξιάρχαιϲ· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τιϲ, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητήϲ· ἑκατόμβοιον ὅϲ τ᾿ ἀλφάνει. 1447 Ἀλφεϲίβοια. εὑρετικὴ βοῶν.