Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.143
Not analysed yet
143 Γεννητική. ὅτι κρείττων παϲῶν καὶ τιμιωτέρα τῶν τῆϲ ψυχῆϲ φυϲικῶν δυνάμεων ἡ γεννητική, δεύτερον δὲ ἡ αὐξητική, καὶ Phil. τρίτον ἡ θρεπτική. τῆϲ μὲν γὰρ θρεπτικῆϲ ἔργον ἐϲτὶ τὸ ϲώζειν τὸ εἰδὸϲ· μέχρι γὰρ τοϲούτου ϲῳζόμεθα, ἕωϲ ἂν τρεφώμεθα· τῆϲ δὲ αὐξητικῆϲ τὸ εἰϲ τέλειον καὶ κατὰ φύϲιν μέτρον ἀγαγεῖν, εἰϲ ὃ γενόμενα τά τε ζῷα καὶ τὰ φυτὰ ἐπὶ τὸ ϲκοπιμώτατον τῆϲ φύϲεωϲ τέλοϲ, λέγω δὴ τὴν γεννητικὴν δύναμιν, παραγίνεται. οὕτω γὰρ τῆϲ φύϲεωϲ ὁ τελικώτατοϲ ϲκοπὸϲ διὰ τὴν ἔφεϲιν τῆϲ ἀιδιότητοϲ, τοῖϲ θνητοῖϲ ζῴοιϲ ἐπιϲκευαϲτῆϲ τῆ διαδοχῇ γινομένηϲ. ὥϲτε ἡ μὲν αὐξητικὴ ὕληϲ ἐπέχει λόγον πρὸϲ τὴν γεννητικήν, πρὸϲ δὲ τὴν αὐξητικὴν ἡ θρεπτική. ὅτι Μέλιϲϲοϲ ᾤετο τὸ μὴ γενόμενον οὐκ ἔχειν ἀρχήν· ψεῦδοϲ δέ ἐϲτι· πολλὰ γὰρ ἀγέννητα ὄντα ἀρχὰϲ ἔχει.