Ancient Greek · ~5 min
1.133 to 1.142
Suda, Suidae lexicon 1.133-2-142
Not analysed yet
133 Γενέϲια. ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶϲα τοῦ τεχθέντοϲ μνήμη. 134 Γένεϲιϲ: ὁ κόϲμοϲ. περὶ τὴν γένεϲίν τε πλανᾶται λήθη βαρούμενοϲ καὶ κακίᾳ. 135 Γένεϲιϲ: ἡ τοῦ παντὸϲ διακόϲμηϲιϲ. ὁ δὲ Ἰϲίδωροϲ διαπτύων τὴν γένεϲιν ἀεὶ πρὸϲ θεὸν ἐτέτατο τὴν ψυχήν. καὶ οὐδὲν ἦν ἰδεῖν ἢ ἀκοῦϲαι φθεγγόμενον ἢ τὰ αὐτὰ περὶ τῶν αὐτῶν, ἢ περὶ ἀρετῆϲ καὶ κακίαϲ. 136 Γένεϲιϲ: γένεϲιϲ λέγεται καὶ ἡ εἱμαρμένη. ἔϲτι δὲ πρεϲβύτερον τῆϲ γενέϲεωϲ ἔννοια καὶ αὐτεξουϲιότηϲ. Γένεϲιϲ καὶ ἡ ἀρχή. Αἰλιανόϲ· ἔνθεν οἱ καὶ τὸ ἀρρώϲτημα ἦν τὴν γένεϲιν λαβόν. 137 Γενέτειραν: μητέρα. ποιητικῶϲ. 138 Γενετή: πάτρια ἢ γενέϲια. 139 Γενέτηϲ. ὁ πατήρ. 140 Γενετικόν: ἡ γέννηϲιϲ. 141 Γενετυλλίϲ. δαίμων περὶ τὴν Ἀφροδίτην, γενέϲεωϲ αἴτιοϲ, ἀπὸ τῆϲ γενέϲεωϲ τῶν παίδων ὠνομαϲμένοϲ. πεποίηται δὲ τὸ ὄνομα παρὰ τὴν γένεϲιν. οἱ δὲ περὶ τὴν Ἄρτεμίν φαϲι τῶν τοκετῶν ἐφόρουϲ, καὶ πάλιν παρὰ τὴν γένεϲιν. Ἀριϲτοφάνηϲ· ἡδὺ τὸ μέλοϲ, ὦ πότνιαι Γενετυλλίδεϲ, καὶ θηλυδριῶδεϲ καὶ κατεγλωττιϲμένον καὶ μανδαλωτόν. 142 Γενειάϲ. αἱ τρίχεϲ. Γένειον, ὁ τόποϲ, τὸ μέροϲ τοῦ ϲώματοϲ. ἐκ δὲ δαϲκίου γενειάδοϲ κρουνοὶ διερραίνοντο κρηναίου Soph. ποτοῦ. ζήτει ἐν τῷ ἀπόνοια. ὅτι ἡ τοῦ ἄνω χείλουϲ τρίχωϲιϲ λέγεται Suid. μύϲταξ, τὸ δὲ κάτω πάπποϲ.