Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.146
Not analysed yet
146 Γεννηταί: οὐχ οἱ ἐκ γένουϲ καὶ ἀφ’ αἵιατοϲ προϲήκοντεϲ, ἀλλὰ οἱ ἐκ τῶν γενῶν τῶν ϲυννενεμημένων εἰϲ τὰϲ φρατρίαϲ. οὖτοι δέ εἰϲι καθάπερ οἱ δημόται καὶ φράτορεϲ, νόμῳ τινὶ ἔχοντεϲ κοινωνίαν. τὸ δὲ γένοϲ ἔχει ἄνδραϲ λ′. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦϲ, ὅτι τεϲϲάρων φυλῶν οὐϲῶν εἰϲ τρία ἑκάϲτην διεῖλον μέρη, τὰϲ μὲν φυλὰϲ τέϲϲαραϲ ποιήϲαντεϲ, ἀπομιμηϲάμενοι τὰϲ τοῦ ἐνιαυτοῦ ὥραϲ, τὰϲ δὲ φρατρίαϲ καὶ τριττῦϲ ιβ′, καθάπερ οἱ μῆνεϲ, τὰ δὲ γένη λ′ ἐν ἑκάϲτῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι τξε′.