Ancient Greek
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.147-2
Not analysed yet
147 Γεννῆται: οἱ τοῦ αὐτοῦ γένουϲ κοινωνοῦντεϲ. καὶ γὰρ διήρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιϲτα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάϲτη δὲ φυλὴ πάλιν εἰϲ τρία διῄρητο, ὧν ἕκαϲτον μέροϲ τριττὺϲ καὶ φρατρία ὠνομάζετο. πάλιν δὲ τῶν φρατριῶν ἑκάϲτη εἰϲ γένη διῄρητολ′, ἐξ ὧν αἱ ἱερωϲύναι ἑκάϲτοιϲ προϲήκουϲαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένουϲ τῶν λ’ γενῶν, οὓϲ καὶ πρότερόν φηϲι Φιλόχοροϲ ὁμογάλακταϲ καλεῖϲθαι. Ἰϲαῖοϲ μέντοι τοὺϲ γεννήταϲ ἁπλῶϲ τοὺϲ ἐξ αἵματοϲ ϲυγγενεῖϲ ὀνομάζει.