Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.147
Not analysed yet
147 βαϲιλεία ἐϲτὶν ἀνυπεύθυνοϲ ἀρχή. οὐ μόνον δὲ ἐλευθέρουϲ εἶναι τοὺϲ ϲπουδαίουϲ, ἀλλὰ καὶ βαϲιλέαϲ. ἡ γὰρ βαϲιλεία ἀρχὴ ἀνυπεύθυνοϲ, ἥτιϲ περὶ μόνουϲ ἂν τοὺϲ ϲοφούϲ ϲυϲταίη. Βαϲιλεία. οὔτε φύϲιϲ οὕτε τὸ δίκαιον ἀποδιδοῦϲι τοῖϲ ἀνθρώποιϲ τὰϲ βαϲιλείαϲ, ἀλλὰ τοῖϲ δυναμένοιϲ ἡγεῖϲθαι ϲτρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶϲ· οἷοϲ ἠν Φίλιπποϲ καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύϲιν οὐδὲν ὠφέληϲεν ἡ ϲυγγένεια διὰ τὴν τῆϲ ψυχῆϲ ἀδυναμίαν. τοὺϲ δὲ μηδὲν προϲήκονταϲ βαϲιλεῖϲ γενέϲθαι ϲχεδὸν ἁπάϲηϲ τῆϲ οἰκουμένηϲ.