Ancient Greek · ~1 min
1.148 to 1.149
Suda, Suidae lexicon 1.148-149
Not analysed yet
148 Βαϲιλεία· ὅτι ἡ βαϲιλεία κτῆμα τῶν κοινῶν, ἀλλ᾿ οὐ τὰ δημόϲια τῆϲ βαϲιλείαϲ κτήματα. διὸ τὰϲ ἐξ ἀνάγκηϲ καὶ μεθ᾿ ὕβρεωϲ εἰϲπράξειϲ ὥϲπερ τμραννικὰϲ ἀκολαϲίαϲ μιϲεῖν δεῖ, τὰϲ δὲ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὥϲπερ κηδεμονίαν τιμᾶν. 149 Βαϲιλείδηϲ: ὁ τοῦ βαϲιλέωϲ.