Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1654
Not analysed yet
1654 Ἀμπλάκημα: ἁμάρτημα. καὶ Ἀμπλακίαιϲ, ὰμαρτίαιϲ. ὅτι ἀρέϲκει τοῖϲ Στωϊκοῖϲ ἶϲα ἡγεῖϲθαι τὰ ἁμαρτήματα. εἰ γὰρ ἀληθὲϲ ἀληθοῦϲ μᾶλλον οὐκ ἔϲτιν, οὐδὲ ψευδὲϲ ψευδοῦϲ· οὕτωϲ οὐδὲ ἀπάτη ἀπάτηϲ, οὐδὲ ἁμάρτημα ἁμαρτήματοϲ. καὶ γὰρ ὁ ρ΄ ϲταδίουϲ ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπίϲηϲ οὐκ εἰϲὶν ἐν Κανώβῳ· οὕτω καὶ πλέον καὶ ἔλαττον ἁμάρτημα ἐπίϲηϲ οὐκ εἰϲὶν ἐν τῷ κατορθοῦν. οἱ δέ φαϲιν, ὧν καὶ Ἡρακλείδηϲ ὁ Ταρϲεύϲ, ἄνιϲα εἶναι τὰ ἁμαρτήματα. καὶ Ἀμπλακών, ἁμαρτήϲαϲ. ἀλλὰ τὸ Ἰβύκου ἔποϲ αὐτὸν ἐπῄει· μήτι παρὰ θεοῖϲ ἀμπλακὼν τιμὰν πρὸϲ ἀνθρώπων ἀμείψειν. ἔϲτι δὲ πρὸϲ ἱερωϲύνην ϲυνᾷδον τὸ Ἰβύκειον τουτὶ ῥηϲείδιον.