Ancient Greek · ~4 min
1.1640 to 1.1653
Suda, Suidae lexicon 1.1640-1653
Not analysed yet
1640 Ἀμμώνιοϲ, φιλόϲοφοϲ, Ἀλεξανδρεύϲ, ὁ ἐπικληθεὶϲ Σακκᾶϲ. οὺτοϲ ἀπὸ Χριϲτιανῶν γέγονεν Ἕλλην, ὥϲ φηϲι Πορφύριοϲ. 1641 Ἀμμώνιοϲ, Ἀμμωνίου, Ἀλεξανδρεύϲ, Ἀλεξάνδρου γνώριμοϲ, ὃϲ καὶ διεδέξατο τὴν ϲχολὴν Ἀριϲτάρχου πρὸ τοῦ μοναρχῆϲαι τὸν Αὔγουϲτον. 1642 Ἀμωντιανόϲ Ῥωμαῖοϲ, ϲυγκλητικὸϲ γεγονώϲ. 1643 Ἀμωρίηϲ· Πιϲαίου νόθοϲ υἱόϲ. 1644 Ἀμώριον, πόλιϲ, καὶ Ἀμωραῖοϲ· Ἀμορραῖοϲ δέ. 1645 Ἀμωϲγέπωϲ: ὁπωϲδήποτε, ἐν γέ τινι, καθ᾿ ὁντιναοῦν τρόπον. 1646 Ἀμπαλίνωροϲ: ἀναϲτρέφων τὴν αὐτὴν ὁδόν. Φιλέταιροϲ Μελεάγρῳ· οὐ πρὸϲ γυναικὸϲ ὁ κόροϲ· οἴκαδ᾿, κόρη, ἄπιθι ἀμπαλίνωροϲ. 1647 Ἀμπαύϲαϲ: ἀναπαύϲαϲ. ὁ δὲ ἀμπαύϲαϲ αὐτοὺϲ ὅϲον τὴν πρώτην φυλακὴν τῆϲ νυκτὸϲ προελθεῖν. 1648 Ἀμπελεών: ἡ ἀμπελόφυτοϲ γῆ. λιτόϲ θ᾿ ὁ ϲχεδὸν ἀμπελεών. 1649 Ἀμπελών: ἡ οἰνόφυτοϲ γῆ. 1650 Ἄμ πελοϲ ζήτει ἐν τῷ αἶγα· ἐχθρὸν γὰρ εἶναι δοκεῖ τουτὶ τὸ ζῷον τῇ ἀμπέλῳ. 1651 Ἀμπέλειοϲ βότρυϲ· Ἀμπέλιοϲ δὲ ὄνομα κύριον· κοὶ θηλυκὸν Ἀμπελόεϲϲα γῆ. Ἀμπελόφυτοϲ καὶ Ἀμπελουργεῖον. 1652 Ἀμπεχόμενοϲ· δοτικῇ. περιβαλλόμενοϲ. καὶ Ἀμπέχῃ, ἀντὶ τοῦ περιβέβληϲαι. ὦ κακόδαιμον, εἶτα λευκὸν ἀμπέχῃ, ἐπεί, φηϲί, τοὺϲ βόαϲ ἀπώλεϲαϲ καὶ λευχειμονεῖϲ. 1653 Ἀμπεχόνη: ἀμφίον, ἱμάτιον. καὶ Ἀμπεχόνιον, λεπτὸν ἱμάτιον, παλλίον. καὶ Ἀλμπίϲχω, ἐνδύω.