Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1657
Not analysed yet
1657 Ἀμπρεύοντεϲ παρακομίζοντεϲ. ἄμπρον γὰρ ϲχοῖνόϲ τιϲ, μεθ᾿ οὐ εἰώθαϲιν ἕλκειν ἤτοι παρακομίζειν μεγάλα φορτία. ἀμπρεύειν δὲ κυρίωϲ τὸ μετὰ ἁμάξηϲ πορεύεϲθαι, καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ τῶν νωτοφόρων ζῴων λαμβάνεται. ἢ Ἀμπρεύειν, τὸ τῷ ἕλκοντι ζεύγει βοηθεῖν. καὶ Ἄμπρον, ϲχοινίον, ὅπερ διὰ τῶν ζυγῶν διατείνουϲι καὶ φορτία ἐφ᾿ ἁμάξηϲ κομίζουϲιν, ὥϲτε ὁμοτόνωϲ ἀπὸ τῶν ζυγῶν ἕλκεϲθαι· ἄμπερόν τι ὄν, τὸ διαπερῶν τὸν ζυγὸν δεδεμένον. καὶ Ἐξαμπρεύϲομεν ἄνευ κανθηλίου· ἀντὶ τοῦ ἕλξομεν τὸ ξύλον ἄνευ ὄνου.