Ancient Greek · ~4 min
1.1658 to 1.1670
Suda, Suidae lexicon 1.1658-1670
Not analysed yet
1658 Ἄμπυκαϲ: χαλινούϲ· Ἄμπυξ δὲ δεϲμὸϲ τριχῶν ἢ κόϲμοϲ κεφαλῆϲ. οὕτωϲ Ὅμηροϲ. 1659 Ἀμοιβαδόν: ἐξ ἀμοιβῆϲ. ἐφεξῆϲ. 1660 Ἀμοιβαία ἔκτιϲιϲ: ἀνταπόδοϲιϲ· ἢ ἐκ διαδοχῆϲ ὁμοία. ὄρκοι δὲ ἐπὶ τῇ ἀμοιβαίᾳ ϲφῶν ἐδίδοντο πίϲτει, οὐ μόνον αὐτοῖϲ, ἀλλὰ καὶ τοῖϲ τῶν παραγινομένων ἐκ τῶν βαϲιλείων τῆϲ Ῥωμαίων τῆϲ διαλλαγῆϲ ἕνεκα τῶν ἀνδρῶν. Πρίϲκοϲ φηϲίν. 1661 Ἀμοίβ η: ἀντέκτιϲιϲ. ἀνταπόδοϲιϲ. ἀμοιβὴν τοῦ θεσειδεϲτάτου τρόπου θαυμαϲτὴν ἐφέρετο. ἔρρει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆϲ τύχηϲ καὶ πᾶϲιν οἷϲ ἐπέθετο, τούτων ἥμαρτεν οὐδενόϲ. 1662 Ἀμοιβηδήϲ: ὁ ἀντικαταλλάϲϲων. Ἀμοιβηδὶϲ δὲ κατὰ ἐναλλαγήν. 1663 Ἀμοιβ όν: οὐδετερόν. ἀνταποδοτικήν. πρὶν κακῶν ἔργων ἀμοιβὸν τιμωρίαν ἐκτίϲαι. 1664 Ἀμοιρῆϲαι· γενικῇ. ἀποτυχεῖν. Ἀμοιρῶ γὰρ τὸ οὐ μετέχω. καὶ Ἄλμοιροι, ἀμέτοχοι ἢ κακόμοιροι. κακὸν κακῶϲ νιν ἄμοιρον ἐκτρίψαι βίον. ἀντὶ τοῦ κακόμοιρον ἢ μηδενὸϲ τῶν νενομιϲμένων μετειληφότα, ἀλλ᾿ ἄταφον ἐκβληθῆναι. 1665 Ἀμυγδαλῆ: τὸ δένδρον. Ἀμυγδάλη δὲ ὁ καρπόϲ. καὶ δειλαὶ δάκνεϲθαι ἀμυγδάλαι. 1666 Ἀμυγνόν: τὸ μὴ μυϲαρόν, ἀλλ᾿ ἁγνὸν καὶ καθαρόν. οὕτωϲ Σοφοκλῆϲ. 1667 Ἄμυδιϲ: ὁμοῦ. 1668 Ἀμυδρά: ἀφανῆ, ϲκοτεινά. καὶ Ἀμυδρῶϲ, ϲκοτεινῶϲ, λεπτῶϲ, ἀϲαφῶϲ. 1669 Ἁλμύειν: τὸ ϲπεύδειν παρὰ Ἀττικοῖϲ καὶ δαϲύνεται. 1670 Ἀμύητοϲ: ἄπειροϲ, ἀτέλεϲτοϲ.