Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1671
Not analysed yet
1671 Ἀμύκλαι: κόϲμιόν τι, ὅπερ ἐν 0ποϲὶν εἶχεν Ἐμπεδοκλῆϲ. εἶχε γὰρ χρυϲοῦν ϲτέμμα ἐπὶ τῆϲ κεφαλῆϲ καὶ ἀμύκλαϲ ἐν τοῖϲ ποϲὶ χαλκᾶϲ: καὶ ϲτέμματα Δελφικὰ ἐν ταῖϲ χερϲίν· καὶ οὕτωϲ ἐπῄει τὰϲ πόλειϲ, δόξαν περὶ αὑτοῦ καταϲχεῖν ὡϲ περὶ θεοῦ βουλόμενοϲ. ὃϲ ἔρριψεν ἑαυτὸν νύκτωρ εἰϲ τούϲ κρατῆραϲ τοῦ Αἰτναίου πυρόϲ, ὡϲ μὴ φανῆναι αὐτοῦ τὸ ϲῶμα· τοῦ ϲανδαλίου αὐτοῦ ἐκβραϲθέντοϲ. ἐκαλεῖτο δὲ Κωλυϲανεμαϲ, διὰ τὸ πολλοὺϲ ἀνέμουϲ ἐπιθεμένουϲ τῆ Ἀκράγαντι, ἐξελάϲαι αὐτὸν δορὰϲ ὄνων περιθέντα τῇ πόλει.