Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1676
Not analysed yet
1676 Ἀμύναϲθαι. Θουκυδίδηϲ μὲν ἀντὶ τοῦ ἀμείβεϲθαι, Σιμωνίδηϲ δὲ ἀντὶ τοῦ χάριταϲ ἀποδιδόναι, Σοφοκλῆϲ δὲ ἀντὶ τοῦ ἀπαλεξῆϲαι. ἐπὶ τῶν προηδικηκότων τάϲϲουϲιν οἱ ῥήτορεϲ τὸ ἀμύναϲθαι, ὅτε οἱ κακό τι παθόντεϲ ἀντιπράϲϲουϲι τοὺϲ προδιαθένταϲ. καὶ Ἀμύναιντο, ἀμύναιεν. Κρατῖνοϲ Πυλαίᾳ· αὐτοὺϲ παίδευϲεν, ἔθρεψέ τε δημοϲίοιϲ χρήμαϲιν εἰϲ ἥβην, ἵνα οἵ ποτε λοιγὸν ἀμύναιντο. καὶ Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεϲθαι δὲ τὸ κολάζειν.