Ancient Greek · ~4 min
1.1677 to 1.1683
Suda, Suidae lexicon 1.1677-1683
Not analysed yet
1677 Ἀμυνίαϲ. ὄνομα κύριον. ἢ ὁ ἕτοιμοϲ ἀμύνεϲθαι. ἀλλ᾿ Ἀμυνίαϲ ὁ Σέλλου μᾶλλον, οὐκ τῶν κρωβύλων. Ἀλριϲτοφάνηϲ. οὗτοϲ, ὃν ἐγώ ποτ᾿ εἶδον ἀντὶ μήλου καὶ ῥοιᾶϲ δειπνοῦντα μετὰ Λεωγόρου. πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεϲβεύων γὰρ ἐϲ Φάρϲαλον ᾤχετ᾿· ἐκεῖ μόνοϲ μόνοιϲ τοῖϲ πενέϲταιϲι ξυνὼν τοῖϲ Θετταλοῖϲ, αὐτὸϲ πενέϲτηϲ ὤν ἐλάττων οὐδενόϲ. 1678 Ἀμυνόμενοι: τοὺ κακόν τι πράξανταϲ ἀντιδιατιθέντεϲ. οἱ δὲ Ῥωμαῖοι ἔθοϲ εἶχον μὴ ἄρχοντεϲ φαίνεϲθαι χειρῶν ἀδίκων, ἀλλ᾿ ἀεὶ δοκεῖν ἀμυνόμενοι κατ᾿ ἀνάγκην ἐμβαίνειν εἰϲ τοὺϲ πολέμουϲ. καὶ αὐθιϲ· ὁρῶϲι κἀμέ καὶ ϲέ· καὶ φρονοῦϲ᾿, ὅτι ἔργοιϲ πεπονθώϲ ῥήμαϲιν ἀμύνομαι. 1679 Ἀμύνω τὸ βοηθῶ δοτικῇ, ἀμύνω δὲ τὸ τιμωρῶ αἰτιατικῇ. καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούϲ. 1680 Ἀμύνω ϲοι: βοηθῶ ϲοι. Ἀμύνομαι ϲε δέ, ἀντὶ τοῦ τιμωρῶ ϲε. 1681 Ἀμύντηϲ καὶ Ἀλκήϲτηϲ, τραγικὰ καὶ Αἰϲχυληρὰ τὰ ὀνόματα. 1682 Ἀμύντωρ: βοηθόϲ. 1683 Ἀμύξειϲ: λυπήϲειϲ, τρώϲειϲ. πλήξειϲ. καὶ παροιμία· Μήθ᾿ ἄκανθα ἀμύξῃ τοὺϲ ἀγαθούϲ. καὶ Ἄμυξιϲ· ἀμυχή, ϲπάραξιϲ, ξέϲιϲ. Ἀλμύϲϲω γὰρ παρὰ τὸ αἷμα, αἱμύϲϲω, καὶ ἀμύϲϲω. ἧϲ ἔπι καλὸν ἄμυξε καταρρέθοϲ Ἀφρογένεια. ἀντὶ τοῦ ἐϲπάραξεν, ἔξεϲε. καὶ ἐν Ἐπιγράμμαϲι· ἵϲταϲο καὶ ϲκοπίαζε, μάτην δὲ ϲὸν ἦτορ ἀμύϲϲου.