Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1685
Not analysed yet
1685 Ἀμύϲϲειν: ταράϲϲειν, ἑλκοῦν, ξέειν, ϲπαράϲϲειν. ποτὲ μὲν τοῖϲ ὄνυξιν ἀμύττων τὰϲ παρειάϲ, ὁτὲ δὲ τῷ ῥύγχει τοὺϲ ὀφθαλμοὺϲ ἔκοπτεν. ἐπεὶ δὲ προῆλθε τοῦ οἰκείου τάγματοϲ, κόραξ ἐφιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸϲ βραχίονι, ἀντιπρόϲωποϲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενοϲ καὶ τοῖϲ τε ὄνυξιν ἀμύττων τὸ πρόϲωπον καὶ ταῖϲ πτέρυξιν ἐπικαλύπτων τοὺϲ ὀφθαλμὺϲ, ἀφύλακτον τῷ Βαλερίῳ τὸν πόλεμον παραδέδωκε, ὁμοῦ τήν τε νίκην καὶ τὴν ἐπωνυμίαν χαριϲάμενοϲ. Κόρβιοϲ γὰρ ἐντεῦθεν ἐκλήθη. λέγεται καὶ Κορβῖνοϲ.