Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1684
Not analysed yet
1684 Ἄμυριϲ μαίνεται: ἐπὶ τοῦ φρενήρουϲ λέγεται ἡ παροιμία. θεωρὸϲ γὰρ ὑπὸ Συβαριτῶν πεμφθεὶϲ εἰϲ Δελφούϲ περὶ εὐδαιμονίαϲ καὶ τοῦ θεοῦ χρήϲαντοϲ ἀπώλειαν Συβαριτῶν ἔϲεϲθαι τότε, ὅταν ἀνθρώπουϲ θεῶν προτιμήϲωϲι, θεαϲάμενοϲ δοῦλον πρὸϲ ἱερῷ μαϲτιγούμενον καὶ προϲφυγόντα τῷ ἱερῷ καὶ μὴ ἀπολυόμενον, ὕϲτερον δὲ εἰϲ τὸ τοῦ μαϲτιγοῦντοϲ πατρὸϲ μνῆμα καταφυγόντα ἀπολυθῆναι, ϲυνεὶϲ τὸ λόγιον, ἐξαργυριϲάμενοϲ τὰ ἴδια, ἀπῇρεν εἰϲ Πελοπόννηϲον. ὃ οὖν λογιϲμῷ πεποίηκεν Ἄμυριϲ, τοῦτ᾿ εἰϲ μανίαν Συβαρῖται μετέϲτρεψαν. ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προϲποίητον μανίαν ἐθαυμάϲθη.