Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1687
Not analysed yet
1687 Ἀμυϲτὶ πιεῖν: ἐπίρρημα. λέγεται δὲ ἐπὶ τῶν ἀπνευϲτὶ καὶ ἄνευ τοῦ ἀναπαύεϲθαι πινόντων, οἱονεὶ μηδὲ μυϲάντων. τοῦ αὐτοῦ ἔχεται καὶ τὸ ἐξαμυϲτίϲαι. λέγεται δὲ καὶ ἀμυϲτίζειν καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἀμυϲτὶ Φερεκράτηϲ εἶπεν. ὅτι Κόμοδοϲ ὁ βαϲιλεὺϲ Ῥωμαίων ἔπιεν ἐν τῇ ἀγωνίᾳ καμὼν, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸϲ γλυκὺν οἶνον ἐψυγμένον λαβῶν ἀμυϲτί· ἐφ᾿ ᾧ παραχρῆμα πάντεϲ τοῦτο δὴ τὸ ἐν τοῖϲ ϲυμποϲίοιϲ εἰωθὸϲ λέγεϲθαι ἐξεβόηϲαν ζήϲειαϲ. τὸ Ζήϲειαϲ ἐπὶ τοῦ τελειώϲειαϲ τὴν ζωήν φαϲιν οἱ γραμματικοί. κινδυνεύει οὖν ὁ τοῦτο λέγων ἀντὶ τοῦ εὔχεϲθαι, καταρᾶϲθαι. καὶ Ἀριϲτοφάνηϲ· ἄμυϲτιν ἐξέλαψα. οἷον ὁμοῦ καὶ ἀθρόωϲ ἔπιον. ἢ παρὰ τὸ ἀπνευϲτὶ ἐκπιεῖν ἢ παρὰ τὸ μὴ μύειν. ἐϲτι δὲ καὶ εἶδοϲ ποτηρίου φιαλώδουϲ. Ἄμυϲτιϲ γὰρ ἡ ἀπνευϲτὶ πὸϲιϲ.