Ancient Greek · ~8 min
1.1688 to 1.1706
Suda, Suidae lexicon 1.1688-1706
Not analysed yet
1688 Ἀμυχή: ἐπιπόλαιον ἕλκοϲ. 1689 Ἀμυχνόν: τὸ μὴ μυϲαρόν, ἀλλ᾿ ἁγνὸν καὶ καθαρόν. οὕτωϲ Σοφοκλῆϲ. γράφεται δὲ καὶ Ἀλμυχρόν. 1690 Ἀμφάρηϲ: ὄνομα κύριον. 1691 Ἀλμφαϲία: ἀφωνία, ἀλαλία 1692 Ἀμφ᾿ αὐτούϲ. περὶ αὐτούϲ. 1693 Ἀμφεχανε: καταπέπωκε. τούϲ δ᾿ ὁ μέλαϲ ἀμφέχανε θάνατοϲ. 1694 Ἄμφηκεϲ: ἀμφοτέρωθεν ἠκονημένον. ἀπὸ τῆϲ ἀμφήκηϲ εὐθείαϲ. οἷοϲ ἐμοὶ τρέφεται παῖϲ ἀμφήκει γλώττῃ λάμπων. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ. 1695 Ἀμφήμερον: τὸν ἀμφημερινὸν πυρετόν. Σοφοκλῆϲ Ποιμέϲι· κρυμὸν φέρων γνάθοιϲιν ἐξ ἀμφημέρου. 1696 Ἀμφηρεφέϲ: ἀμφοτέρωθεν ἐϲτεγαϲμένον ἢ κατάϲκιον. 1697 Ἀμφηρικόν· πέμπει δὲ ϲκαφίδιον ἀμφηρικόν. καὶ Θουκυδίιιδηϲ· ἀκάτιον ἀμφηρικὸν ὡϲ λῃϲταί, ἐκ πολλοῦ τεθεραπευκότεϲ τὴν ἄνοιξιν τῶν πυλῶν ἐκόμιζον τὸ πλοῖον ἁμάξῃ. 1698 Ἀμφήριϲτον: ἄνιϲον, ἀμφίβολον, ἐπιφιλόνεικον. πολίτηϲ ἀμφήριϲτοϲ Εὐρυβάτῃ, τῷ προεμένῳ Κροῖϲον ἐπὶ πονηρίᾳ. καὶ αὖθιϲ ἤτοι τὸ νικᾶν ἢ τὸ μὴ λειφθῆναι, ἀλλ᾿ ἀμφήριϲτον ἀπολιπεῖν τὸ κράτοϲ ἀφαιρεθέντεϲ. ἀμφήριϲτοϲ ἰϲχὺν καὶ μέγεθοϲ, φρονήϲει δὲ καὶ ἀνδρείᾳ λίαν ὑπερφέρων. 1699 Ἀμφί: περί, ἐξ ἐκατέρου μέρουϲ. 1700 Ἀμφιανακτίζειν: τὸ προοιμιάζειν. διὰ τὸ οὕτω προοιμιάζεϲθαι. Περίανδροϲ· ἀμφί μοι αὖτιϲ ἄνακτα. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀμφί μοι αὖτε Φοῖβε ἄναξ Δήλιε. Ἀμφιάνακταϲ ἔλεγον καὶ τοὺϲ διθυραμβοποιούϲ· ϲυνεχῶϲ γὰρ ἐκεῖνοι ταύτῃ ἐχρῶντο τῇ λέξει. 1701 Ἀμφιανακτίζειν: ᾄδειν τὸν Τερπάνδρου νόμον, τὸν καλούμενον Ὄρθιον, ὃ αὐτῷ προοίμιον ταύτην τὴν ἀρχὴν εἶχεν· ἀμφί μοι αὐτὸν ἄνακτ᾿ ἑκατηβόλον ἀοιδέτω φρήν. ἔϲτι δὲ καὶ ἐν Εὐναίᾳ καὶ ἐν Ἀναγύρῳ. 1702 Ἀμφιάρεων: Ἀττικῶϲ. Ἀμφιαρεῖον δέ. 1703 Ἀμφίαϲ: μέτριοϲ οἶνοϲ. Nικόϲτρατοϲ Οἰνοποιῷ καὶ Σωϲικράτηϲ. 1704 Ἀμφίβιον: ἐν ἀμφοτέραιϲ δυνάμενον βιοῦν, θαλάϲϲῃ καὶ γῇ. καὶ Ἀμφίβια ζῷα, ὅϲα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆϲ χέρϲου βιοῖ, οἷον ἵπποϲ ποτάμιοϲ, κροκόδειλοϲ. δύναται δὲ καὶ ἄνθρωποϲ. εἰϲὶ γὰρ οἷα ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῷ ξηρῷ διαιτάϲθαι, ὡϲ ἐν Αἰγύπτῳ καὶ ἄλλῃ πολλαχῇ. 1705 Ἀμφίβληϲτρον: τὸ δίκτυον. 1706 Ἀμφιβολία: λέξιϲ δύο ἢ καὶ πλείονα πράγματα ϲημαίνουϲα λεκτικῶϲ καὶ κυρίωϲ, ὥϲθ᾿ ἅμα πλείονα ἐκδέξαϲθαι κατὰ τὴν αὐτὴν λέξιν· οἷον αὐλητρὶϲ πέπτωκε. δηλοῦται γὰρ δι᾿ αὐτῆϲ, καὶ ὅτι οἰκία τρὶϲ πέπτωκε καὶ ὅτι ἡ κιθαρῳδὸϲ ἡ αὐλοῦϲα.