Ancient Greek
Book 1, Chapter B
Suda, Suidae lexicon 1.173
Not analysed yet
173 Βαϲτάϲαϲ: ἀντὶ τοῦ δοκιμάϲαϲ. Εὔπολιϲ· ἄγε δὴ, πότερα βούλεϲθε τὴν διάθεϲιν ᾠδῆϲ ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖϲ. ἐγὼ δ’ ἀκούϲαϲ τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαϲτάϲαϲ, αἱρήϲομαι. πᾶν τὸ ϲυμβηϲόμενον ἐπὶ λόγον ἄγων καὶ βαϲτάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀϲταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ βάϲταγμα τῆϲ πόλεωϲ ἦν. πλεῖον γὰρ κ΄ μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοιϲ καὶ καταπέλταϲ β′. καὶ Βαϲτάϲαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ ψηλαφῆϲαι καὶ διαϲηκῶϲαι καὶ διαϲκέψαϲθαι τῇ χειρὶ τὴν ὁλκήν.