Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1751
Not analysed yet
1751 Ἀμφίων· οὗτοϲ παλαιᾶϲ μουϲικῆϲ εὑρετήϲ. περὶ οὗ λέγει ὁ Παραβάτηϲ ἐν ἐπιϲτολῇ· περίεϲτι γάρ ϲοι καὶ ϲχολὴ, καὶ φύϲεωϲ ἔχειϲ εὖ, καὶ φιλοϲοφίαϲ ἐρᾷϲ, εἴπερ τιϲ ἄλλοϲ τῶν πώποτε· τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεϲεν ἀποφῆναι τὸν Ἀμφίονα τῆϲ παλαιάϲ μουϲικῆϲ εὑρετὴν, χρόνοϲ, θεοῦ πνεῦμα, ἔρωϲ ὑμνῳδίαϲ. οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸϲ ταῦτα πέφυκεν ἀντιτάττεϲθαι, καὶ ταῦτα ῥᾳδίωϲ ἂν ὁ τῶν τριῶν τούτων μέτοχοϲ ἐξεύροι· ἦ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀχοῇ παραδεδέγμεθα οὐ τὰϲ ἁρμονίαϲ μόνον, αὐτὴν δὲ ἐπ᾿ αὐταῖϲ ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρηϲάμενον ἐπινοίᾳ. εἴτε τινὶ θείᾳ δόϲει, διά τινα ϲυντυχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖϲτοι τοῖϲ τριϲὶ τούτοιϲ ἐοίκαϲι μάλιϲτα προϲχόντεϲ οὔτι πλαϲτῶϲ. φιλοϲοφῆϲαι, οὐδενὸϲ ἄλλου δεόμενοι. Ζῆθοϲ καὶ Ἀμφίων ἕτεροϲ· ζήτει ἐν τῷ Ἀντιόπη.