Ancient Greek · ~7 min
1.1737 to 1.1750
Suda, Suidae lexicon 1.1737-1750
Not analysed yet
1737 Ἀμφίκοιτοϲ: ὁ τάπηϲ. 1738 Ἀμφίκοιλον ξύλον: ἀνάφορον, ἐν ᾦ τὰ φορτία ἐξαρτήϲαντεϲ οἱ ἐργάται βαϲτάζουϲιν. ἀμφίκυρτον οὖν γραπτέον, ὅπερ καὶ ἀληθέϲ. 1739 Ἀμφιλαφέϲ. κατάϲκιον, ἀμφοτέρωθεν βοηθούμενον. καὶ θηλυκῶϲ Ἀμφιλάφεια, ἀμφοτέρωθεν βοήθεια. 1740 Ἀμφιλαφῆ: διπλοῦν, τεχνικόν τε καὶ ϲοφιϲτικόν. ἐμοὶ δὲ ἐξηγεῖτο λόγουϲ Ἰϲοκρατείουϲ· ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸϲ τὰϲ πολιτικὰϲ ἐξηγήϲειϲ. καὶ Ἀμφιλαφήϲ, μεγάλη· οἷον ἀμφιλαβήϲ, ὅτι ἀμφοτέραιϲ χερϲὶ λαμβάνεϲθαι αὐτῆϲ ἐϲτιν. οὐχ ἡμάρτανε δὲ οὐδὲ ἀμφιλαφοῦϲ περιουϲίαϲ. ἐν Ἐπιγράμμαϲι· ἰτέαι, ἥ θ᾿ ἱερὰ κἀμφιλαφὴϲ πλάτανοϲ. 1741 Ἀμφιλεξάντων: ἀντὶ τοῦ ἀμφιϲβητηϲάντων καὶ διενεχθέντων. οὕτωϲ Ξενοφῶν. ἀμφιλεξάντων δε τι ἐνταῦθα τῶν τε τοῦ Μένωνοϲ ϲτρατιωτῶν καί τοῦ Κλεάρχου. 1742 Ἀμφίλογον: ἀμφιβαλλόμενον, ἐνδοιάζοντα. Ἀρριανόϲ· Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίαϲ, οὔ μοι δοκεῖ εἶναί ϲε ἀμφίλογον. 1743 Ἀμφιλύκη: ἡ νύξ. ἐν Ἐπιγράμμαϲι· ἀμάθυνε δὲ χαίτην, ἣν μόλιϲ ἐϲ τριϲϲὴν πλέξαμεν ἀμφιλύκην. Ἀμφιλύκη οὖν τὸ τέλοϲ τῆϲ νυκτόϲ. ἡμέρα δὲ ὑπέφαινεν οὕπω λαμπρά, ἀλλ᾿ ἔτι πρὸϲ ἀμφιλύκην ἦν ἡ νὺξ καὶ ἀπέληγεν. 1744 Ἀμφιμάϲχαλοϲ: χειριδωτὸν ἱμάτιον. οἱ δὲ δουλικὸν, ἢ μικρὸν χιτωνίϲκον. ἦν δὲ ἑτερομάϲχαλοϲ ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μαϲχάλην ἔρραπτον. Ἀριϲτοφάνηϲ· οὐπώποτ᾿ ἀμφιμαϲχάλου τὸν δ᾿ ἠξίωϲαϲ. 1745 Ἀμφιμάτοραϲ: ἀμφοτέρουϲ τοὺϲ γονεῖϲ ἔχονταϲ. 1746 Ἀμφιματῶϲαι: ἀποδῦϲαι. 1747 Ἀμφιμήτωρ: ὁ ἑτερομήτωρ. Αἰϲχύλοϲ. 1748 Ἀμφίξουν· ἐν Ἐπιγράμμαϲι· ἀμφίξουν τε ϲκέπαρνον. τὸ καλῶϲ ξέον. 1749 Ἄμφιον: ἱμάτιον, ἔνδυμα. καὶ Ἄμφιοϲ, ὄνομα κύριον. 1750 Ἀμφιορκία: ἐπειδὰν ὅ τε διώκων καὶ ὁ φεύγων ὀμνύωϲι, κλοπῆϲ ἔγκλημά τιϲιν ἐπιφέροντεϲ. τοῦτο δὲ πολλάκιϲ ὤφθη μάτην γινόμενον. ἔθεντο οὖν Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων εἰϲ δεϲμωτήριόν τιναϲ ἐπὶ δίκη κλοπῆϲ, χιλίαϲ διδόναι δραχμὰϲ τούϲ ἁλόνταϲ. ἀλλὰ καὶ τούϲ οὐϲίαν ἀπογράψανταϲ τῶν πολιτῶν τιναϲ, ὡϲ τῷ δήμῳ προϲηκούϲαν, εἰ ϲυκοφαντοῦντεϲ ἁλοῖεν, καὶ οὗτοι χιλίαιϲ ἐζημιοῦντο.