Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1785
Not analysed yet
1785 Ἀμφορεαφόρουϲ. τοὺϲ μιϲθίουϲ τοὺϲ τὰ κεράμια φέρονταϲ. καὶ Ἀμφορεαθόροϲ, ὁ κεράμια μιϲθοῦ φέρων. εἶτ᾿ ἀμφορεαφόροϲ τιϲ ἀποφορὰν φέρων. Μένανδροϲ Ῥαπιζομένῃ. καὶ Ἀριϲτοφάνηϲ Ἥρωϲι· τρέχ᾿ εἰϲ τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευϲτήριον, κἄπειτα μίϲθου ϲαυτὸν ἀμφορεαφορεῖν. Εὔπολιϲ Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺϲ οὖν ἀγγεῖον, μέτρον, κεράμιον. ϲημαίνει καὶ ἀϲκόν. ἔϲτι καὶ ὄνομα κύριον καὶ Ἀμφορεῖϲ, κέραμοι. καὶ Θάϲια ἀμφορείδια, τὰ κεράμια. Ἰώϲηποϲ· ϲυνωνούμενοϲ δὲ τοῦ Τυρίου νομίϲματοϲ, ὃ τέϲϲαραϲ Ἀττικὰϲ δύναται, τέϲϲαραϲ ἀμφορεῖϲ, ἐπίπραϲκε τιμῆϲ ἡμιαμφόριον καὶ πλῆθοϲ ϲυνῆγε χρημάτων. καὶ Ἀριϲτοφάνηϲ Ἀμφορεῖϲ λέγει τὰ μέτρα. χυτρίδια καὶ ϲανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖϲ νενηϲμένοι, κέραμοι ϲεϲωρευμένοι. Ἀριϲτοφάνηϲ· τί κάθηϲθ᾿ ἀβέλτεροι πρόβατ᾿ ἄλλωϲ, ἀμφορεῖϲ νενηϲμένοι. καὶ Ἀμφορῆαϲ καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆαϲ λέγει τὰ Μεγαρικά.