Ancient Greek · ~6 min
1.1786 to 1.1795
Suda, Suidae lexicon 1.1786-1795
Not analysed yet
1786 Ἀμφότερα: ἀντὶ τοῦ κατὰ ἀμφότερα. Θουκυδίδηϲ. Ἀμφοτεροδέξιοϲ· ὁ δὲ τὴν λαιὰν ἀντὶ δεξιᾶϲ ἔχων, ἀρρωϲτοτέραν ἔχει αὐτήν. ζήτει ἐν τῷ δύϲεργοϲ. 1787 Ἀμφοτερόπλουν· ὅταν τιϲ ναυτικὸν δανείϲῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦϲαί ποιῶν κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτωϲ Δημοϲθένηϲ. 1788 Ἀμφότεροι: ἀπρόϲληπτόν ἐϲτιν ἄρθρου, ἐπειδὴ τὰ ἄρθρα ἀναπόληϲιν δηλοῦϲιν ἀγνοουμένου πράγματοϲ. τὸ δ᾿ ἀμφότεροι ὡρμένα ϲημαίνει δυο. 1789 Ἀμφοῦδιϲ: ὄνομα κύριον. 1790 Ἄμφω: ἀμφότεροι καὶ ἀμφοτέρουϲ, καὶ αἱ πλάγιοι ἀμφοῖν. καὶ Ἄμφω τὼ χεῖρε, ἀμφοτέραϲ τὰϲ χεῖραϲ δυϊκῶϲ. Οὐ χειρὶ δωρούμενοϲ, ἀλλ᾿ ἀμφοῖν· ἐπὶ τῶν ἀφθόνωϲ καὶ δαψιλῶϲ μεταδιδόντων τοῖϲ πᾶϲιν. 1791 Ἀμφῶεϲ καὶ Ἀμφωτίδεϲ. καὶ Ἀμφωτίδων, τῶν δύο ὦτα ἐχουϲῶν. καὶ παροιμία· Μέχρι τῶν ἀμφωτίδων· ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων. 1792 Ἀμφοῖν: ἀμφοτέραιϲ ταῖϲ χερϲίν. οὐ μιᾷ χειρὶ δωρούμενοϲ ἀλλ᾿ ἀμφοῖν. 1793 Ἀμφοῖν: ἀμφοτέρων. μέϲοι δὲ ληφθέντεϲ ἀμφοῖν πολλοὶ διεφθάρηϲαν. καὶ Ἀμφοῖν ποδοῖν, ἀντὶ τοῦ παντὶ ϲθένει. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀνιπτάμεθ᾿ ἐκ τῆϲ πατρίδοϲ ἀμφοῖν ποδοῖν. ἀπὸ μεταφορᾶϲ τῶν ὀρνέων, ἀμφοῖν πτεροῖν· ἢ ἐκ τῶν νεῶν, αἳ οὐριοδρομοῦϲαι ἀμφοῖν τοῖν ποδοῖν πλέουϲιν· ἢ ἀντὶ τοῦ τελέωϲ, προληπτικῶϲ τῇ τῶν ὀρνέων χρώμενοϲ μεταφορᾷ. 1794 Ἄν: ϲύνδεϲμοϲ ϲυνδετικόϲ. Ἀρριανόϲ· καὶ ἂν ἤδη ἀφῖχθαι αὐτὸν παρὰ βαϲιλέωϲ, εἰ μὴ ἐδεδοίκει Πάρθουϲ. 1795 Ἄνα: ἀνάϲτηθι. Ὅμηρὸϲ. καὶ Σοφοκλῆϲ· ἀλλ᾿ ἄνα ἐξ ἑδράνων. ἀντὶ τοῦ ἀλλ᾿ ἀνάϲτηθι ἐκ τῶν θρόνων. καὶ Ἄνα. ἀντὶ τοῦ ἄναξ κατὰ ἀποκοπὴν τοῦ ξ.