Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1825
Not analysed yet
1825 Ἀναγκαία τράπεζα: ἡ εὐτελὴϲ καὶ πενιχρά. καὶ Σοφοκλῆϲ φηϲίν· ὦ δέϲποτ᾿ Αἶαν, τῆϲ ἀναγκαίαϲ τύχηϲ οὐκ ἔϲτιν οὐδὲν μεῖζον ἀνθρώποιϲ κακόν. διπλῶϲ φηϲι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύϲιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡϲ εἰ εἴποιμεν, ἀναγκαίωϲ τὸ πῦρ ξανθὸν καὶ τὸ γάλα λευκόν, ποτέ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκηϲ γινομένου, ὡϲ καὶ νῦν ἀναγκαίαϲ τύχηϲ τῆϲ βίαϲ φήϲι, τουτέϲτι τῆϲ δυϲτυχίαϲ· καὶ Ἰάμβλιχοϲ· τὴν δὲ ἅλυϲιν, οὐ γάρ ἐϲτιν ἡμῖν ἀναγκαία, προϲέπεμψά ϲοι.