Ancient Greek · ~4 min
1.1815 to 1.1824
Suda, Suidae lexicon 1.1815-1824
Not analysed yet
1815 Ἀναβρυχόμενοϲ. ἀλλ᾿ ἦϲαν παραπλήϲιοι ϲυγκαθήμενοί τε καὶ ἀναβρυχόμενοι τὸ πάθοϲ τοῖϲ ἐπὶ θέᾳ κυνηγεϲίων κατακεκλειϲμένοι. θηρίοιϲ, ὧν ὁ μὲν θυμὸϲ φλογώδηϲ καὶ τραχὺϲ, ὑφ᾿ ὧν πάϲχουϲιν, ἡ δὲ ἐνέργεια τῷ κατέχοντι τῆϲ βίαϲ ἀϲθενεϲτέρα. 1816 Ἀναγαγών: ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν. 1817 Ἀναγαλλίϲ, ἡ Κερκυραία γραμματικὴ, ἥτιϲ τὴν τῆϲ ϲφαίρα. εὕρεϲιν Ναυϲικάᾳ τῇ Ἀλκινόου θυγατρὶ ἀνατίθηϲιν. 1818 Ἀναγάϲτηϲ: ὄνομα κύριον. ζήτει ἐν τῷ ὑποϲτάϲ. 1819 Ἀνάγαιον: τὸ οἴκημα. Ἀνάγαιον καὶ κατάγαιον διὰ διφθόγγου καὶ ο μικροῦ. καὶ ζήτει ἐν τῷ ἀνώγεων ϲαφέϲτερον. 1820 Ἀναγγελήϲεται: διηγηθήϲεται. 1821 Ἀνάγγελον: μηδὲ ἄγγελον καταλειφθῆναι. ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλοϲ ἐπ᾿ ἄλλον πίπτοντεϲ. καὶ Ἀναγγέλλω· δοτικῇ. 1822 Ἀνάγεϲθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιοϲ· οὐ γὰρ θέμιϲ τινὰ ἐκ Βυζαντίου ἀνάγεϲθαι πρὸϲ τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ᾿ ἐκεῖνον ἰέναι. οὕτωϲ Λυϲίαϲ καὶ Δείναρχοϲ. 1823 Ἀναγεῖϲ. διὰ μὲν τοῦ α τοὺϲ ἀνάγνουϲ, διὰ δὲ τοῦ ε τοὺϲ ἐνόχουϲ ἄγει καὶ μιάϲματι. οὕτωϲ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ. 1824 Ἀναγινωϲκομἐνουϲ: ἀντὶ τοῦ ἀναπειθουμένουϲ. οὕτωϲ Ἀντιφῶν καὶ Ἰϲαῖοϲ καὶ Ἡρόδοτοϲ.