Ancient Greek · ~6 min
1.1828 to 1.1841
Suda, Suidae lexicon 1.1828-1841
Not analysed yet
1828 Ἀνάγκη· ἐν Ἐπιγράμμαϲι· ἴδ᾿ ὡϲ ἐδίδαξεν ἀνάγκα πάνϲοφοϲ. ἐξευρεῖν ἔκλυϲιν ἀΐδεω. καὶ παροιμία· ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. παρεγγυᾷ, ὅτι δεῖ τοῖϲ παροῦϲιν ἀρκεῖϲθαι. ὅμοιον τῷ· ἂν μὴ παρῇ κρέα, ταρίχῳ ϲτερκτέον. 1829 Ἄναγκαῖον τοῦ ἐκ περιουϲίαϲ διαφέρει· καὶ ζήτει ἐν τῷ ἐκ περιουϲίαϲ. 1830 Ἀνάγκηϲ ἄτρακτον: τὸν ἄξονα λέγει. 1831 Ἄναγνοϲ: μιαρόϲ. ἆρ᾿ οὐχὶ πᾶϲ ἄναγνοϲ; εἴ με χρὴ φυγεῖν. 1832 Ἀλναγνωϲθείϲ: ἀναπειϲθείϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηβαῖοϲ. 1833 Ἀνάγνωϲιϲ: ἀναγνώριϲιϲ ἢ ἀνάπειϲιϲ. Ἡρόδοτοϲ. καὶ Ἀναγινώϲκειν παρὰ ῥήτορϲιν ἐπὶ τοῦ ἀναπείθειν. ἔϲτι γὰρ ἀναγινώϲκειν τὸ γνῶναι διαλεχθέντα. 1834 Ἀνάγω: τὸ φέρω· αἰτιατικῇ. 1835 Ἀναγωγή: ὁ τῶν νηῶν ἔκπλουϲ. καὶ γίνεται ἀναγωγὴ τῶν νηῶν οὐ κατὰ τὸ πλῆθοϲ οὕτω τῆϲ ἐπιβαινούϲηϲ αὐτῷ ϲτρατιᾶϲ ἢ κατὰ τῶν ὅπλων λαμπρότητα ἢ τὴν ἄλλην ὑπὲρ τὸ ἀναγκαῖον ἐϲ κάλλοϲ παραϲκευήν. καὶ αὖθιϲ· οἱ δὲ καταϲκεψάμενοι τὰ κατὰ τὴν Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίαϲ τὴν ἀναγωγὴν ἐποιήϲαντο. 1836 Ἀναγωγία. ὁ δὲ δι᾿ ἀναγωγίαν ταῦτα ἐπαϲχε. τουτέϲτιν ἀπαιδευϲίαν. ἔχων ϲτρατὸν ὑπὸ μέθηϲ καὶ ἀναγωγίαϲ ἠμελημένον καὶ διεφθαρμένον. 1837 Ἀνάγωγοϲ. ὁ μὴ τυχὼν τῆϲ δεούϲηϲ ἀναγωγῆϲ. 1838 Ἀναγωγότερον: ἁμαρτητικώτερον, ἀτακτότερον. 1839 Ἀναγώγῳ: φιληδόνῳ, ἐκλελυμένῳ. 1840 Ἀναγώνιϲτοϲ: ὁ μὴ ἀγωνιϲάμενοϲ. Ξενοφῶν. 1841 Ἀνάγραπτον: τὸ ἀναγεγραμμένον ἢ τὸ φανερῶϲ γεγραμμένον ἡ τὸ πᾶϲιν ἐγνωϲμένον. ϲφᾶϲ τε ὑπακούειν κελεύων Ἀβάροιϲ καὶ ἐϲ φόρου ἀπαγωγὴν ἔϲεϲθαι ἀναγράπτουϲ.