Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1842
Not analysed yet
1842 Ἀναγυράϲιοϲ: δῆμόϲ ἐϲτιν Ἀναγυροῦϲ τῆϲ Ἐρεχθηΐδοϲ φυλῆϲ, ἧϲ ὁ δημότηϲ Ἀναγυράϲιοϲ. καὶ Ἀναγυράϲιοϲ δαίμων. καὶ τέμενοϲ Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυραϲίων. Ἀλναγυράϲιοϲ δαίμων, ἐπεὶ τὸν παροικοῦντα πρεϲβύτην καὶ ἐκτέμνοντα τὸ ἄλϲοϲ ἐτιμωρήϲατο Ἀνάγυροϲ ἥρωϲ. Ἀναγυράϲιοι δὲ δῆμοϲ τῆϲ Ἀττικῆϲ. τούτου δέ τιϲ ἐξέκοψε τὸ ἄλϲοϲ. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτιϲ μὴ δυναμένη ϲυμπεῖϲαι τὸν παῖδα διέβαλεν ὡϲ ἀϲελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωϲεν αὐτὸν καὶ ἐγκατῳκοδόμηϲεν. ἐπὶ τούτοιϲ καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτηϲεν, ἡ δὲ παλλακὴ εἰϲ φρέαρ ἑαυτὴν ἔρριψεν. ἱϲτορεῖ δὲ Ἱερώνυμοϲ ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοιϲ τὸν Εὐριπίδου Φοίνικα.