Ancient Greek · ~4 min
1.19 to 1.29
Suda, Suidae lexicon 1.19-29
Not analysed yet
19 Ἀβ αρνίϲ: ὄνομα πόλεωϲ. 20 Ἄβαϲ· ϲοφιϲτὴϲ, Ἱϲτορικὰ ὑπομνήματα καὶ Τέχνην ῥητορικὴν καταλιπών. 21 Ἀβαϲάνιϲτοϲ: ἀγύμναϲτοϲ ἢ ἀνεξέταϲτοϲ, ἀδοκίμαϲτοϲ. εἴρηται δὲ ἀπὸ τῆϲ βαϲάνου τῆϲ χρυϲοχοϊκῆϲ λίθου, ἐν ᾗ δοκιμάζουϲι τὸ χρυ ϲίον. ἐχρήϲατο δὲ Αἰλιανὸϲ ἐν τῷ περὶ προνοίαϲ τῷ ἀβαϲάνιϲτοϲ ἀντὶ τοῦ ἄνευ ὀδύνηϲ. 22 Ἀβ άϲκανοϲ: ἀψευδὴϲ, ἀνεπίφθονοϲ. ὁ δὲ μάρτυϲ ἀβάϲκανοϲ γίνεται πρὸϲ Καίϲαρα τῶν Ἀντιπάτρου κατορθωμάτων. 23 Ἄβ ατον: ἱερὸν, ἀπρόϲιτον, ἔρημον· καὶ ὁδὸϲ ἄβατοϲ, ἡ ἀπόρευτοϲ. 24 Ἀβαχθανῆ: λέξιϲ Ἑβραϊκή. 25 Ἀβδέλυκτα: τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τιϲ βδελυχθείη καὶ δυϲχεράνειε. τραγικωτέρα δὲ ἡ λέξιϲ. Αἰϲχύλοϲ Μυρμιδόϲι· καὶ μὴν, φιλῶ γὰρ, ἀβδέλυκτ’ ἐμοὶ τάδε. 26 Ἄβδηρα: ἡ θάλαϲϲα, καὶ ὄνομα πόλεωϲ καὶ Ἀ δηρίτηϲ ὁ πολίτηϲ. καὶ Φάληρα καὶ Κύθηρα. Γάδειρα δὲ καὶ Στάγειρα καὶ Τόπειρά καὶ Δόβειρα. 27 Ἀβδίου: ὄνομα κύριον. 28 Ἀβέβαιοϲ: ὁ ἀϲταθὴϲ καὶ εὐμετάτρεπτοϲ. 29 Ἀβέβηλα. τὰ μὴ βάϲιμα χωρία, ἱερὰ δὲ καὶ ὅϲια. βέβηλα γὰρ ἐλέγετο τὰ μὴ ὅϲια μηδὲ ἱερὰ, παντὶ δὲ βάϲιμα. καὶ Βέβ ηλοι, οἱ μὴ κεκοινωνηκότεϲ ἱερῶν. καὶ Λόγοι ἀβέβηλοι, οἱ ἀπόρρητοι. καὶ Ἀβέβ ηλοϲ, ὁ καθαρόϲ.