Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.18
Not analysed yet
18 Ἄβ αριϲ· Σκύθηϲ, Σεύθου υἱόϲ. ϲυνεγράψατο δὲ χρηϲμοὺϲ τοὺϲ καλουμένουϲ Σκυθινοὺϲ καὶ Γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ Καθαρμοὺϲ καὶ Θεογονίαν καταλογάδην καὶ Ἀπόλλωνοϲ ἄφιξιν εἰϲ Ὑπερβορέουϲ ἐμμέτρωϲ. ἧκε δὲ ἐκ Σκυθῶν εἰϲ Ἑλλάδα. τούτου ὁ μυθολογούμενοϲ ὀϊϲτὸϲ, τοῦ πετομένου ἀπὸ τῆϲ Ἑλλάδοϲ μέχρι τῶν Ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνοϲ. τούτου καὶ Γρηγόριοϲ ὁ Θεολόγοϲ ἐν τῷ εἰϲ τὸν μέγαν Βαϲίλειον Ἐπιταφίῳ μνήμην πεποίηται. φαϲὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶϲαν τὴν οἰκουμένην γεγονότοϲ ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοιϲ Ἕλληϲι καὶ βαρβάροιϲ τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰϲ ποιήϲαϲθαι. πρεϲβευομένων δὲ πολλῶν ἐθνῶν πρὸϲ αὐτοὺϲ, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεϲβευτὴν ἀφικέϲθαι λέγουϲι κατὰ τὴν γ΄ Ὀλυμπιάδα. ὅτι τοὺϲ Ἀβάριϲ οἱ Βούλγαροι κατὰ κράτοϲ ἄρδην ἠφάνιϲαν. ὅτι οἱ Ἀβάριϲ οὗτοι ἐξήλαϲαν Σαβίνωραϲ, μετανάϲται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύϲεωϲ τοῦ Ὠκεανοῦ ὁμιχλῶδεϲ γινόμενον, καὶ γρυπῶν δὲ πλῆθοϲ ἀναφανέν· ὅπερ ἦν λόγοϲ μὴ πρότερον παύϲαϲθαι πρὶν ἢ βορὰν ποιῆϲαι τὸ τῶν ἀνθρώπων γένοϲ. διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖϲ πληϲιοχώροιϲ ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιϲτάμενοι μετανίϲταντο, ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ πρὸϲ τοῖϲ Ἀκατίροιϲ Οὔννοιϲ ἐγένοντο. κλίνεται δὲ Ἄβαριϲ, Ἀβάριδοϲ, τοὺϲ Ἀβάριδαϲ, καὶ κατὰ ἀποκοπὴν Ἀβάριϲ. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ Βούλγαροι.