Ancient Greek · ~4 min
1.1917 to 1.1929
Suda, Suidae lexicon 1.1917-1929
Not analysed yet
1917 Ἀνάκριϲιϲ. ἐξέταϲιϲ ὑφ᾿ ἑκάϲτηϲ ἀρχῆϲ γινομένη πρὸ τῶν δικῶν, περὶ τῶν ϲυντεινόντων εἰϲ τὸν ἀγῶνα. ἐξετάζουϲι δὲ καὶ εἰ ὅλωϲ εἰϲάγειν χρὴ ταύταϲ. 1918 Ἀνακρίνω· αἰτιατικῇ. 1919 Ἀνακροτῆϲαι: ἐπαινέϲαι, ὑμνῆϲαι. ὁ δὲ Πτολεμαῖοϲ πάνταϲ ἐκέλευϲεν ἀνακροτῆϲαι, τῆϲ εὐτραπελίαϲ ἀποδεχόμενοϲ αὐτόν. 1920 Ἀνακρουόμεθα: οἷον ἀναπροοιμιαζόμεθα. 1921 Ἀνακρούϲαϲθαι: ἐπὶ ναυμαχίαϲ τὸ ϲυμβάλλειν καὶ πάλιν ἀναδύεϲθαι. 1922 Ἀνακτᾶϲθαι· αἰτιατικῇ. Θουκυδίδηϲ ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξιϲ καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸϲ αὖθιϲ κτήϲαϲθαι κοὶ ἀπολαβεῖν. 1923 Ἄνακτεϲ: οἱ θεοί. καὶ Ἀνάκτορα, τὰ ἱερά. 1924 Ἄνακτεϲ καὶ Ἄναϲϲαι· Ἀριϲτοτέληϲ ἐν τῇ Κυπρίων πολιτείᾳ φηϲί· καλοῦνται δὲ οἱ μὲν υἱοὶ καὶ ἀδελφοὶ τοῦ βαϲιλέωϲ ἄνακτεϲ, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκεϲ ἄναϲϲαι. καὶ Ἀνάκτορα, τὰ ἱερά. καὶ Ἀνακτορίαν, δεϲποτείαν. καὶ Ἀνακτόριον, ἱερόν. καὶ Ἀνακτόρων, ἱερατειῶν. 1925 Ἀνακοινώϲαϲθαι καὶ Ἀνακοινῶϲαι: ἄμφω λέγουϲι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖϲ Ἑλληνικαῖϲ. 1926 Ἀνακύπτω· γενικῇ. 1927 Ἀνακύνδάραξοϲ· βαϲιλεύϲ Νίνου Πἐρϲικῆϲ χώραϲ. 1928 Ἀνακυκλήϊον: τὸν ὀρθόν. 1929 Ἀναλαβεῖν: ἐνθυμηθῆναι. μὴ δ’ εἰϲ ἐϲχάτην ἀναλαβεῖν ἐλπίδα, μήποτε διὰ ταύτηϲ πολέμιοϲ ἐπ’ αὐτοὺϲ ἀναβῇ ϲτρατόϲ.