Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1916
Not analysed yet
1916 Ἀνακρέων, Τήϊοϲ, λυρικὸϲ, Σκυθίνου υἱόϲ, οἱ δὲ Εὐμήλου, οἱ δὲ Παρθενίου, οἱ δὲ Ἀριϲτοκρίτου ἐδόξαϲαν. ἔγραψεν ἐλεγεῖα καὶ ἰάμβουϲ, Ἰάδι πάντα διαλέκτῳ. γέγονε κατὰ Πολυκράτην τὸν Σάμου τύραννον Ὀλυμπιάδι νβ΄· οἱ δὲ ἐπὶ Κύρου καὶ Καμβύϲου τάττουϲιν αὐτὸν κατὰ τὴν νε΄ Ὀλυμπιάδα. ἐκπεϲὼν δὲ Τέω διὰ τὴν Ἱϲτιαίου ἐπανάϲταϲιν ᾤκηϲεν Ἄβδηρα ἐν Θράκῃ. βίοϲ δὲ ἦν αὐτῷ πρὸϲ ἔρωταϲ παίδων καὶ γυναικῶν καὶ ᾠδάϲ. καὶ ϲυνέγραψε παροίνιά τε μέλη καὶ ἰάμβουϲ καὶ τὰ καλούμενα Ἀνακρεόντεια.