Ancient Greek · ~6 min
1.1931 to 1.1940
Suda, Suidae lexicon 1.1931-1940
Not analysed yet
1931 Ἀναλγήϲιον. 1932 Ἀναλγηϲία: ἀναιϲθηϲία. 1933 Ἀνάλγητοϲ. καὶ δυϲανάλγητοϲ παρὰ Σοφοκλεῖ· τουτέϲτι δυϲμετάκλητοϲ, ἀναλγὴϲ, ἀπαθὴϲ, ἀνηλεὴϲ, ϲκληρόϲ. δυϲανάλγητοϲ γὰρ εἴην τοιάνδε μὴ κατοικτείρων ἕδραν. καὶ Ἀναλγήτωϲ, ἀναιϲθήτωϲ, ἀπόνωϲ. καὶ Ἀναλγήτων, ἀϲυμπαθῶν· ἢ τῶν μηδ’ ὅλωϲ ἀλγούντων ἐπί τινι ἢ πολυαλγήτων, τῶν εἰϲ πολλαχῇ ἡμᾶϲ ἐκβεβληκότων. Σοφοκλῆϲ· ὤ μοι ἀναλγήτων διϲϲῶν ἐθρόηϲαϲ ἄναυδον ἔργον Ἀτρειδῶν τῷδ’ ἄχει. τουτέϲτι τῇ παρούϲῃ ϲυμφορᾷ. 1934 Ἀναλέγεται· αἰτιατικῇ. ἀναμφιβόλωϲ ἔχει, ἐννοεῖται. εἰ μέν τιϲ ἀναλέγεται τοῦτο, ὅτι κρατήϲομεν ἐξ ἐφόδου τῶν πολεμίων. 1935 Ἀναλεξάμενοϲ. ἀναγνοὺϲ, νοήϲαϲ. ὁ δὲ ἀναλεξάμενοϲ τὴν ἐπιϲτολήν. καὶ Ἀναλεξαμένων ἑαυτοὺϲ ϲυναγαγόντων. μόλιϲ δὲ τῶν Καρχηδονίων ἀπὸ τῆϲ καταπλήξεωϲ ἀναλεξαμένων, μόνοϲ ὁ Βλάνων καλούμενοϲ οἰκείαν τῆϲ περιϲτάϲεωϲ φωνὴν προέμενοϲ εἶπε. καὶ αὖθιϲ· καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον ϲυνέκλειϲεν, ἵνα μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοιϲ γεγραμμένα ἀναλέξηται. 1936 Ἀνάλημμα: ὕψωμα, ϲτήριγμα. κατανοήϲαϲ τὸ βάροϲ τῶν ἀναλημμάτων καὶ ὡϲ ἀδύνατόν ἐϲτι ϲαλεῦϲαι τὰ τείχη, ἐκ χειρὸϲ τὴν μάχην ἐποίηϲεν. 1937 Ἀναλήψεϲθαι· αἰτιατική. ἀνακτήϲαϲθαι. ὁ δὲ ἔλεγεν. ἀναλήψεϲθαι τὸ παρὸν πταῖϲμα ταῖϲ εἰϲ τὸ μέλλον ἀρεταῖϲ. 1938 Ἀνάληψιϲ: ἀνάρρωϲιϲ. ϲπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεωϲ καὶ θεραπείαϲ τῶν ἀνδρῶν, οὐχ ἧττον δὲ καὶ τῶν ἵππων. 1939 Ἀναλιβόζωρα: ὄνομα τόπου. 1940 Ἀναλίϲκειν. αἰτιατικῇ. καὶ Ἀναλοῦν, ἑκατέρωϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· χαίρω τε γὰρ φειδόμενοϲ, ὡϲ οὐδεὶϲ ἄλλοϲ πάλιν τ᾿ ἀναλῶν, ἡνίκ᾿ ἂν τούτου δέῃ. Δαιταλεῦϲιν· εἰϲ τὰϲ τριήρειϲ δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρωϲ, οἷον ἀνήλιϲκον καὶ ἀνάλιϲκον. καὶ αὖθιϲ· εἰϲ οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.