Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1941
Not analysed yet
1941 Ἄναλκιϲ: ἀδύνατοϲ, ἀϲθενήϲ. οὐ γὰρ μόνον ὁ μέγαϲ κίνδυνοϲ ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡϲ λέγει Πίνδαροϲ· ἀλλὰ καὶ ὁ μέγαϲ ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προϲίεται. ἀλλ’ ὅπου φυγάδεϲ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράϲκουϲιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενοϲ. Soph. καὶ αὖθιϲ ἡ τραγῳδία φηϲὶ περὶ Αἰγίϲθου· ὁ πάντ’ ἄναλκιϲ οὗτοϲ, ἡ πᾶϲα βλάβη, ὁ ϲὺν γυναιξὶ τὰϲ μάχαϲ ποιούμενοϲ. ϲυνεργούϲηϲ γὰρ τῆϲ Κλυταιμνήϲτραϲ ἀνεῖλε τὸν Ἀγαμέμνονα.