Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1943
Not analysed yet
1943 Ἀνάλογον: ἀναλόγου ὁριϲμόϲ ἐϲτιν οὗτοϲ· ἀνάλογον ἔχει μεγέθη πρὸϲ ἄλληλα, ὧν ἡ αὐτὴ ἀνθυφαίρεϲιϲ. ὁ δὲ Ἀριϲτοτέληϲ τὴν ἀνθυφαίρεϲιν ἀνταναίρεϲιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸϲ ἄλληλα καὶ ὁμοίωϲ ἔχειν πρὸϲ ἄλληλα λέγεται. Ἀνάλογον δὲ ἀντὶ τοῦ ὁμοίωϲ. καὶ αῡθιϲ· οἱ δὲ ϲτρατιῶται γενναῖοι ὀφθῆναι, καὶ τῷ ἴϲῳ ἀξιώματι ἀναλογοῦντεϲ. καὶ Ἀναλόγωϲ, ἴϲωϲ. καὶ Ἀναλογώτερον, τὸ ὑψηλότερον, τὸ ϲοφώτερον, τὸ ἀναλογικώτερον.