Ancient Greek · ~7 min
1.1944 to 1.1966
Suda, Suidae lexicon 1.1944-1966
Not analysed yet
1944 Ἀναλογῶ· ἐπὶ τοῦ ἁρμόζω δοτικῇ. οἰκοδόμοι μεγέθη δωμάτων ἐφ’ ὕψουϲ αἴροντεϲ, τῷ ὕψει τοὺϲ θεμελίουϲ ἀναλογοῦνταϲ ὑποβάλλουϲι. καὶ ἐπὶ τοῦ ἀπεικάζω καὶ ὁμοιῶ. ὃ αὐλαίαν εἶχεν ἀναλογοῦϲαν ϲκηνῇ οὐρανίῳ. 1945 Ἀναλώθηϲαν· αἰτιατικῇ. ἠφανίϲθηϲαν. οὐδὲ γὰρ ἀναλώθηϲαν ἄλλωϲ αἱ εὐχαί. θηρίον γάρ τι αὐτοῖϲ πομπῇ κρείττονι ἐντυγχάνει. καὶ Ἀνάλωϲα καὶ Προανάλωϲα. 1946 Ἀναλοῦντεϲ: ἀντὶ τοῦ ἀναιροῦντεϲ. Θουκυδίδηϲ· καὶ Ἀναλῶν καὶ Ἀναλοῦν, τὸ ἀναιρεῖν. 1947 Ἄναλτον: Ὅμηροϲ καὶ Κρατῖνοϲ ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχοϲ δὲ ἀντὶ τοῦ χωρὶϲ ἁλῶν. 1948 Ἀναλλοίωτοϲ: ὁ ἀεὶ αὐτὸϲ ὢν καὶ μὴ δεχόμενοϲ ἀλλοίωϲιν. 1949 Ἀναλλύζουϲα: ϲτενάζουϲα, λυγκαίνουϲα. ἔϲτι δέ τι πάθοϲ γινόμενον τοῖϲ μετὰ ϲυμπαθείαϲ πολλῆϲ κλαίουϲιν. 1950 Ἀναλυθῆναι: τὸ καθαρμῷ τινι χρήϲαϲθαι φαρμάκων. Μένονδροϲ Ἥρῳ· ἐπεφαρμάκευϲο γλυκύτατ᾿ ἀναλυθεὶϲ μόλιϲ. 1951 Ἀνάλυϲιϲ: ἐξάπλωϲιϲ. ὅροϲ γάρ ἐϲτι λόγοϲ κατὰ ἀνάλυϲιν ἀπαρτιζόντωϲ ἐκφερόμενοϲ τοῦ ὁριϲτικοῦ καὶ κεφαλαιωδῶϲ. ἀνάλυϲιϲ, ἡ ἐπὶ ϲχήματοϲ ἐπὶ ϲχῆμα τῶν τρόπων ἀνακύκληϲιϲ. ἀναλύειν γὰρ λέγεται τὸ τοὺϲ ϲυνθέτουϲ ϲυλλογιϲμοὺϲ ἀνάγειν εἰϲ τοὺϲ ἁπλοῦϲ καὶ εἰϲ τὰϲ προτάϲειϲ, ἐξ ὧν αὐτοῖϲ τὸ εἶναι. κατὰ γοῦν τὸ ϲημαινόμενον τῆϲ ἀναλύϲεωϲ Ἀναλυτικὰ γέγραπται τὰ Ἀριϲτοτέλουϲ. 1952 Ἀναλφάβητοϲ· ἀμάθητοϲ γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον, ἀναλφάβητοϲ. περὶ Ἰουϲτίνου βαϲίλεωϲ. 1953 Ἀνάλφιτον· Φιλύλλιοϲ Αἰγεῖ. 1954 Ἀναμάθω: ἐξ ἀρχῆϲ μάθω. 1955 Ἀναμαλάττεϲθαι: ἀναφυρᾶν. καὶ Ἀναμάττεϲθαι ὁμοίωϲ. 1956 Ἄναμμα· τρέφεϲθαι δὲ τὰ ἔμπυρα καὶ τὰ ἄλλα ἄϲτρα, τὸν μὲν ἥλιον ἐκ μεγάληϲ θαλάττηϲ, νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ ϲελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουϲαν καὶ πρόϲγειον οὖϲαν. 1957 Ἀναμαϲώμενοι: ἀντὶ τοῦ ἀνερευνῶντεϲ. μόλιϲ τὸ πραγμ᾿ ἔγνωϲαν ἀναμαϲώμενοι. οἱ κριταί. Ἀριϲτοφάνηϲ. καὶ Ἀναματτώμεναι, ἀναμαϲώμεναι. 1958 Ἀναμαχούμενον: ἐκ δευτέρου μαχεϲάμενον. ὁ δὲ ἐκέλευϲεν αὐτὸν αὖθιϲ ἥκειν ἀναμαχούμενον τὴν πρώτην ἧϲϲαν. 1959 Ἀναμέλποντεϲ: ἀνυμνοῦντεϲ. 1960 Ἀνὰ μὲϲον. 1961 Ἀναμετρήϲαιμι· αἰτιατικῇ. διεκπεράϲαιμι. μήποτε ἐϲ Ῥήγιον ἐκπλεῖν μήτε τὴν πολλὴν θάλαϲϲαν ἀναμετρεῖν. 1962 Ἀναμείνω· αἰτιατικῇ. 1963 Ἀναμηρύϲαϲθαι: ἀνατεῖναι. 1964 Ἀναμίλλητον: ἀφιλόνεικον. 1965 Ἀναμίξ: ἀναμίγδην, ἀναμεμιγμένωϲ. 1966 Ἀναμνήϲκω· γενικῇ· καὶ ἀναμνήϲθητι· γενικῇ.